{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 367.34-368.4","citation":"Dionysius, Epistulae 367.34-368.4","ref":"367.34","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/367.34","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/367.34","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/367.34.md","author":{"name":"Dionysius","url":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae","urn":"urn:cts:greekLit:tlg4184.tlg001"},"verse":false,"words":287,"text":"τὴν βασιλείαν; εἰ μὲν γὰρ ἀμυνόμενος τοῦτο ποιεῖς, εἴπε καὶ τὴν ἀδικίαν, ὑπὲρ ἧς ἡμᾶς οὕτω λυπεῖς· εἰ δὲ οὐκ ἔχει τις αἰτίαν μηδαμοῦθεν εἰπεῖν, μὴ σίγα πρὸς ἄνδρα τῇ περὶ σοῦ μνήμῃ κοσμούμενον. οθ'. Τὸ μὲν ἐπιτιμᾶν τῇ λοιδορῶν ῥάδιον εἶναι καὶ παντὸς Πολέμιος ὁ χειμῶν, ὑμῖν μὲν ἀμετρία νιφετῶν, ὁ Παιανιεὺς ἐκεῖνος ἔφη παιδευτὴς· δ. Γλαυκίππου δὲ πάντων ἀπαιδευστότατον ἔφη τὸ λοιδορεῖν. Καὶ σιωπῶ κατάλογον τοσούτων ῥητόρων καὶ ποιητῶν τοῦτο ἀμαθίαν τιθέντων. ἐκεῖνοι μὲν οὖν τῷ τοιούτῳ νοσήματι χῶν ἐμμεῖνυσιν οὐ λυπήσουσιν· ἴσως γὰρ ὑπὸ τῆς τῆς ἐξήπατηνται καὶ τῆς ἀπὸ τοῦ σωφρονεῖν ὁμιλίας οὐ μέμυνται· οὐ δὲ ὅ σφρίγος μὲν ἀσχὼν ἐπιμελῶς, ἀμαθία δὲ πολεμεῖν ἰκανός, μένε προθύμως ἡμῖν δὲ σπάνει γραμμάτων σῶν. ὁ βελτίων δὲ περιήκει καιρὸς καὶ μετὰ τῆς ἀπόδους τὴν σὴν ἄγει φωνήν. κάκεινη μὲν προλέγει τὰ τοῦ χειμῶνος οὐκέτι δεδιέναι δεινά, αὕτη δὲ μηκέτι τὴν σὴν ἀναγκαστεῖν ἀπουσίαν. ἀλλ' ὦ γενναῖα κεφαλὴ, καὶ φίλη μὲν φιλῶν· κἂν περιτύχῃς ποτὲ γλώττῃ τοιαύτῃ, φαίνου γελῶν καὶ λογίζου τὸν Ἄνυτον, ἐννοῶι τὸν Θρασύμαχον, καὶ σκόπει πόθεν ἐπῆλθε τὸ λοιδορεῖν ἐτοιμότερον. πδ' Σὺ μὲν διδούς ἐπιστέλλεις, ἐγὼ δὲ φιλῶν· καὶ σὺ μὲν ὑπὸ τῶν τῶν πραγμάτων ἀνάγκης, ἐγὼ δὲ ὑπὸ τῆς ἀρχαιοτέρας εὐνοίας. πε' Ὡς μὲν παιδείας μεταλαβὼν μετάδος φίλων, ὡς δὲ χρυσίον ὀφειλῶν ἀπόδος ἐκόν, ἀπολογούμενος ὡς ἀναβαλλόμενος καὶ ἐμοὶ καὶ τῷ χρόνῳ καὶ τῷ ψόφῳ τῆς ἀδικίας. π' Ἄ πάλαι συνευχόμαι, ταῦτα δοκεῖν σε πυνθάνομαι. τίνα δὲ ταῦτα; ἀγωνίζῃ πρὸς πονηρίαν δυνατῶς, παρατάττῃ γενναίως, καταλύεις ἀπόνοιαν ἐξ ἀμαθίας ἐπαιρομένην. μένε δὴ ταῦτα δυνάμενος καὶ δεῖχνὺς τὴν ἀλόγιστον εὐτυχίαν πρὸς ἀρετὴν οὐκ ἀντίσχουσαν. πα' Ἄπας ἡμῖν ὁ χρόνος σύνοιδε τὴν ὑπὲρ φίλων μὲν ἐπιμέλειαν, κατὰ δὲ τὰς ὑποσχέσεις ἀλήθειαν. ταῦτα καὶ ὁ νῦν μαρτυρησάτω καιρός, εἴπερ ἄξιος εἴναι δοκεῖ τὴν ἐμὴν ὑποδέξασθαι προθυμίαν.","prev":{"citation":"Epistulae 366.4-367.3","label":"366.4 to 367.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/366.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/366.4"},"next":{"citation":"Epistulae 368.6-8","label":"368.6 to 368.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/368.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/368.6"},"credit":{"text":"Dionysius, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001155","quality":"ocr"}}