{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Cpr 6 1.1-17","citation":"Documentary Papyri, Cpr 6 1.1-17","ref":"1.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-6/1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-6/1.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-6/1.1.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Cpr 6","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-6","urn":null},"verse":false,"words":318,"text":"ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κζ. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ξανδικοῦ κζ Μεχεὶρ κζ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀμμώνιος Ἀπίωνος τοῦ Θέωνος μητρὸς Ἰσαροῦτος τῆς Ὡρίωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου …ου ὡς ἐτῶν … … εἴη μέν μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι πωλοῦντα ὑπότιθέμενον μεταδιατιθέμενον οἰκονομοῦντα τὰ ἐμαυτοῦ ὡς ἐὰν αἱρῶμαι. ἐὰν δὲ τελευτήσω …ε… τὰ τέκνα μου ἐκ τῆς … γυναικὸς Ἀφροδειτοῦτος τῆς Νείλου … …μ… ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων οἰκίαν καὶ αὐλὴν περὶ τὴν κώμην Κερκεσοῦχα … ἄρουρας πέντε καὶ ἐλαιωνοπαραδείσου ἄρουραν μίαν καὶ φοινικῶνος ἀρούρας ἥμισυ οὔσας ἐπὶ τὸ πᾶν ἀρούρας ἓξ ἥμισυ ἢ ὅσαι ἐὰν ὦσιν α…ε… …ατι…κιος καὶ ἃ ἐὰν καταλείπω ὑπάρχοντα καὶ τὰ ἐλευσόμενα εἴς με ἀφʼ οὗ δήποτε οὖν τρόπου. ἔτι δὲ καὶ …ε…τα… τῇ δὲ γυναικί μου Ἀφροδειτοῦτι τὰ ὑπʼ ἐμοῦ καταλειφθησόμενα ἐπίπλα καὶ σκευὴ καὶ ἐνδομενίαν καὶ ἱματισμὸν ἠδὲ καὶ ἐνοίκησιν ἐφʼ ὅσον χρόνον περίεστι καὶ ἄγαμος καθέστηκεν τῆς καταλειπομένης ὑπʼ ἐμοῦ τοῖς τέκνοις ὡς πρόκειται οἰκίας καὶ αὐλῆς ἐπʼ ἀμφόδου Βειθυνῶν Ἄλλων Τόπων …τὴν γυναῖκά μου … ἐπίτροπον κα…στασιν τῶν ἐξ ἀλλήλων ἀφηλίκων τέκνων ἄχρι οὗ ἐν ἡλικίᾳ γένηται οὖσαν ἀνεπιτρόπευτον καὶ ἀνεγλόγιστον … …τητον κατὰ πάντα τρόπον οὐθὲν μέντοι ἁπλῶς ἐξαλλοτριοῦσαν οὐδὲ καταχρηματίζουσαν τῶν ἀνηκόντων …κα… ἠδὲ πα… …οις τοῖς τέκνοις παραδότω ἡ μήτηρ αὐτῶν Ἀφροδειτοῦς τὰ ὑπάρχοντα καθαρὰ ἀπὸ δημοσίων πάντων καὶ πάσης δαπάνης… ἡ γυνὴ ποιήσεται … … τὴν κηδείαν μου καὶ κατασκαφὴν καὶ ἐνχώριον θεραπείαν εἰς ἣν ἀναλωσάτω ἀργυρίου δραχμὰς τετρακοσίας τῆι ἱεροσύνηι. ἃς δὲ ἔχω ἐν θέματι ἐπὶ τῆς Πάππου τραπέζης ἀργυρίου δραχμὰς τρισχιλίας διακοσίας βούλομαι κατατεθῆναι εἰς ἀγορασμὸν εὐάρεστον ἐπʼ ὀνόματος τῶν τέκνων γενομένων μου … …ν…καὶ … ἐπακολουθοῦντος πᾶσι τοῖς τῆι ἐπιτροπῇ ἀνηκοῦσι καὶ τῶι ἀγορασμῶι τοῦ ἀδελφοῦ μου Θέωνος μόνου. ἐν δὲ οἷς ἐνοφειλομένοις ἐστὶν καὶ δάνειον τῆς μητρός μου Ἰσαροῦτος ἀργυρίου δραχμῶν χιλίων γενόμενον κατὰ πίστιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. ἄλλῳ δὲ οὐδὲν οὐδενὶ καταλείπω.","prev":null,"next":{"citation":"Cpr 6 1.18-29","label":"1.18 to 1.29","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-6/1.18","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-6/1.18"},"credit":{"text":"Documentary Papyri, CPR 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/cpr;6","quality":"proofread"}}