{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Ammon 1 3.1.1-3.3.10","citation":"Documentary Papyri, P.Ammon 1 3.1.1-3.3.10","ref":"3.1.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ammon-1/3.1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ammon-1/3.1.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ammon-1/3.1.1.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Ammon 1","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ammon-1","urn":null},"verse":false,"words":337,"text":"… …υ …εκα … …λ… …αρ … …αι … ἡ αὐτὴ χ… του αι… ταύτης καὶ …μ…φ… λύπη ετ…ουν… δα γὰρ πο…α…η καὶ καταγρ… …τας ἀθυμ… διὰ τὴν ἡμ… δ…· οἶδα … πάλιν αὐτὴν … τηση· αισθ… σὺ μὴ γράψης … δύναται τι…ν ἄνω τὴν τύχην πάντων κρατοῦσαν καὶ πᾶσιν πάντα ὁρίζουσαν, δεσμοῦσαν ἐκ τῶν κύκλων τούτων τῶν ἐπάνω ἡμῶν τοὺς παρ’ ἀνθρώποις ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ καὶ δυσκόλους· ὥσπερ παρ’ ἡμῖν ὁ κύκλος οὗτος δύσκολος, μετʼ ὀλίγον δὲ ἡμῖν εἰσέρχεται ὁ βελτίων· ἦ σὺ κατὰ σεαυτὴν γινώσκεις, ὦ μῆτερ, ὅτι καὶ ἀπὸ πρώτου μηνὸς ἀφʼ οὗ ἐξῆλθον τῆς πατρίδος ἤθελον αὖθις ἐπανελθεῖν πρὸς ὑμῖν, ἀλλʼ οὐχ οὕτως ἔδοξεν τῆι τύχηι ἀλλʼ ἔκρινεν πρὸς χρόνον με ἀποστῆναι τῆς πατρίδος· λογίζου οὖν ὅτι σὺ τὴν τῆς τύχης ἀνάγκην καὶ … ἀθυμοῦσα καὶ φέρε τ…· λογίζου ὅτι οὐδὲν ἐφʼ ἡμῖν· καὶ ἐπιμελοῦ μὲν σεαυτῆς, ἐπιμελήσομαι δὲ τῶν πραγμάτων· καὶ μάθε ὅτι τύχη ἔμπαλιν πάντα τἄλλα ἡμῖν ἀναλύει· εὐθυμεῖν οὖν σε χρὴ λογιζομένην ὅτι οὐκ ἀνεκτός, ὦ μῆτερ, ὁ κύκλος. ὅμως ἡσυχάζωμεν· οὐκ ἐν δε…ωι ἐσμὲν οὐδὲ πε… οὐδὲ ἐν χερσὶ λῃστῶν· ἀλλʼ ἐν ἐχυρότητι πάσηι· εἰ δὲ διὰ τὰ … ἀθυμεῖς ὡς ταῦτα διοικεῖν οὐ δύνασαι ὑπὲρ τῶν υἱῶν. λέγω μη… ὅταν χρεία σοι ἦι μεταπέμψαι …ων τῶν ἐμῶν κα… …υ τὸ νόμιμον ἀπαιτηταῖς και…εσται προς… ἕκαστος ἰδίαν φροντίδα ἔχει … σὺ πέμψῃς ἐπιτη… χρείαι σοι· οὐδεὶς ἀφʼ ἑαυτοῦ …ται ἐλθεῖν πρ… ἑαυτοῦ λέσχας· μάλιστα π…ι πάντες ἀνετράπησαν διὰ τὰς παραγραφὰς καὶ τα… τῶν λοιπάδων· μὴ ὀκνήσῃς μηδὲ αἰδεσθῇς μεταπέμψαι … ους ὅταν σοι χρεία ἦι … ἀποδημοῦντος ἐμοῦ …αι μετὰ ταῦτα καὶ η… υἱῶι ἀναβῶμεν … καὶ ἔτι …οι… …ησαι περὶ τ… οὐκ ἐρα…ην μ… …χ… υἱὸν· δι…α καὶ π…ησα… …πι…φ… ὅστις γὰρ … ἀπαιτηθήσεται· οὐ γὰρ … μὴ τὰς ὕβρεις καὶ τὰς ἀδικίας τὰς … … πονηρὰν φημοσύνην ἀγοντι… …α μανθάνει ὅτι εἰς κακ… … στρατηγῶι ἃ ὤφειλεν διὰ τ… …ηι· ἀλλʼ εἰ … ἐγχωρεῖ … λαβω…· ἢδη δὲ καταλήμψομεν … πρᾶγμα τὸ τοῦ …ιου ἐκπλέκεται ἡμῖν· ἦν γὰρ πρὸ τούτου τ… ὁ ἀρχιερεὺς περὶ τὰ μέρη τῆς κάτω χώρας· ἐξῆλθεν γὰρ ἀπὸ Φαμενὼθ κ.","prev":null,"next":{"citation":"P.Ammon 1 3.3.11-3.4.19","label":"3.3.11 to 3.4.19","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ammon-1/3.3.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ammon-1/3.3.11"},"credit":{"text":"Documentary Papyri, P.Ammon 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.ammon;1","quality":"proofread"}}