{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"p.babatha 25","citation":"Documentary Papyri, p.babatha 25","ref":"25","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/25","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/25.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"p.babatha","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha","urn":null},"verse":false,"words":404,"text":"ἐπὶ τῶν ἐπιβεβλημένων καὶ ἐπισφραγισαμένων μαρτύρων παρήγγειλεν Ἰουλία Κρισπῖνα θυγατὴρ Βερνικιανοῦ ἐπίσκοπος τῶν ὀρφανῶν Ἰησούου Χθουσίωνος Βαβαθᾳ Σίμωνος· ἐπειδὴ ὁ ἐπίτροπος Βησᾶς Ἰησούου τῶν αὐτῶν ὀρφανῶν ἀσθενέστερός ἐστιν καὶ οὐκ ἠδυνάσθη παραγγεῖλαι ἐσὲ σὺν ἐμοί, νυνὶ παρανγέλλω σοι κατὰ τὴν ὑπογραφὴν τοῦ κρατίστου ἡγεμόνος συνεξελθεῖν αὐτὴν εἰς Πέτραν προσ…ημιασθαι τὰ νόμιμα ἐξαυτῆς χρᾶσθαι … ὑπαρχόντων τῶν αὐτῶν ὀρφανῶν βίᾳ διακρατεῖς ἃ οὐκ ἀνῆκέν σοι, οὐδὲν δὲ ἧσσον καὶ παρεδρεύειν ἐν Ἁδριανῇ Πέτρᾳ μέχρι οὗ διακουσθῶμεν. εἰ δὲ μή γε, γίνωσκε ὅτι περὶ τούτου λόγον ὑφέξεις τῷ κρατίστῳ ἡγεμόνι. ὣς δὲ ἀπεκρίθη Βαβαθας Σίμωνος διὰ ἐπιτρόπου αὐτῆς Μαρας Ἀβδαλγου Πετραίου, λέγουσα· ἐπεὶ πρὸ τούτου παρήγγειλές με εἰς Ἁδριανὴν Πέτραν πρὸς τὸν κράτιστον ἡγεμόνα εκη…ων…α…σ…σίᾳ μέχρι διακουσθῶμεν βίαν μοι χρωμένῃ συκοφαντοῦσά μοι καὶ ἔδωκα καθʼ ὑμῶν πιττάκιν τῷ κρατίστῳ ἡγεμόνι καὶ ὑπέγραψέν μοι εἰς Πέτραν σὺν ὑμῖν τὰ νόμιμα χρᾶσθαι, καὶ τὰ νῦν παρανγέλλω σοι πρώτως πρὸς τὸν κράτιστον ἡγεμόνα εἰς Ῥαββαθμωαβα χάριν οὗ ἔχω πρός σε κατὰ τὴν διάγνωσιν τοῦ κρατίστου ἡγεμόνος τὰ νόμιμα ἀρνοῦμαι. ὣς δὲ ἀποκριθεῖσα Ἰουλία Κρισπῖνα, λέγουσα· τὰ νόμιμα τοῦ κρατίστου ἡγεμόνος τῇ δικαιοδοσίᾳ εἰς Πέτραν ἀπήρτισα, καὶ εἴ τι λόγον ἔχεις πρὸς ἐμὲ παρεδρεύειν ἐπὶ τὸν αὐτὸν Νέπωτα ἐπιτροπ… ἔχεις τῶν αὐτῶν ὀρφανῶν. ἐπράχθη ἐν Μαωζᾳ περὶ Ζοορων ὑπατείας Λαίνα Ποντιανοῦ καὶ Μάρκου Ἀντωνίου Ῥουφίνου πρὸ ἑπτὰ εἰδῶν Ἰουλίων. … … καὶ οὐκ ἠδυνάσθη παραγγεῖλαι ἐσὲ σὺν ἐμοί, νυνὶ παρανγέλλω σοι κατὰ τὴν ὑπογραφὴν τοῦ κρατίστου ἡγεμόνος συνεξελθεῖν αὐτὴν εἰς Πέτραν προσ… τὰ νόμιμα ἐξαυτῆς χρᾶσθαι ἐπι…η… …αι… ὑπαρχόντων τῶν αὐτῶν ὀρφανῶν, οὐδὲν δὲ ἧσσον καὶ παρεδρεύειν ἐν Ἁδριανῇ Πέτρᾳ μέχρι οὗ διακουσθῶμεν. εἰ δὲ μή γε, γίνωσκε ὅτι περὶ τούτου λόγον ὑφέξεις τῷ κρατίστῳ ἡγεμόνι. ὣς δὲ ἀπεκρίθη Βαβαθας Σίμωνος διὰ ἐπιτρόπου αὐτῆς Μαρας Ἀβδαλγου Πετραῖον, λέγουσα· ἐπεὶ πρὸ τούτου παρήγγειλές με εἰς Ἁδριανὴν Πέτραν εκ… …ε… …ν… δικαιοδοσίᾳ μέχρι διακουσθῶμεν βίᾳ μοι χρωμένῃ συκοφαντοῦσά μοι καὶ ἔδωκα καθʼ ὑμῶν πιττάκιν τῷ κρατίστῳ ἡγεμόνι καὶ ὑπέγραψέν μοι εἰς Πέτραν σὺν ὑμῖν τὰ νόμιμα χρᾶσθαι, καὶ τὰ νῦν παραγγέλλω σοι πρώτως πρὸς τὸν κράτιστον ἡγεμόνα εἰς Ῥαββαθμωαβα χάριν οὗ ἔχω πρός σε κατὰ τὴν διάγνωσιν τοῦ κρατίστου ἡγεμόνος τὰ νόμιμα ἀρνοῦμαι. ὣς δὲ ἀποκριθεῖσα Ἰουλία Κρισπῖνα, λέγουσα· τὰ νόμιμα τοῦ κρατίστου ἡγεμόνος εἰς Πέτραν τῇ δικαιοδοσίᾳ ἀπήρτισα, καὶ εἴ τι λόγον ἔχεις πρὸς ἐμὲ παρεδρεύειν ἐπὶ τὸν αὐτὸν Νέπωτα ἐπιτροπ… ἔχεις τῶν αὐτῶν ὀρφανῶν. ἐπράχθη ἐν Μαωζᾳ περὶ Ζοορων ὑπατείας Λαίνα Ποντιανοῦ καὶ Μάρκου Ἀντωνίου Ῥουφίνου πρὸ ἑπτὰ εἰδῶν Ἰουλίων. ἐγράφη ἀντίτυπα δύο . ἐγράφη διὰ Γερμανοῦ Ἰούδου.","prev":{"citation":"p.babatha 24","label":"p.babatha 24","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/24"},"next":{"citation":"p.babatha 26","label":"p.babatha 26","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/26","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/26"},"credit":{"text":"Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.babatha","quality":"proofread"}}