{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Diosk. 18.r.1-33","citation":"Documentary Papyri, P.Diosk. 18.r.1-33","ref":"18.r.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk/18.r.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diosk/18.r.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk/18.r.1.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Diosk.","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk","urn":null},"verse":false,"words":342,"text":"βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Ἀπολλοφάνου τοῦ Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν· ἐμίσθωσεν Κασσάνδρα Δημοκράτου ἀστὴ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διοσκουρίδου ἡγεμόνος ἐπʼ ἀνδρῶν καὶ φρουράρχου Ὥρω` Ὥρου κηπουρῷ τῶν ἐκ Τεντήρεως τὸν ὑπάρχοντα αὐτῇ παράδεισον περὶ τὴν αὐτὴν Τιντῆριν εἰς ἔτη δύο ἀπὸ τοῦ εἰς τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος φόρου κατʼ ἔτος χολκοῦ νομίσματος δραχμῶν τρισχιλίων καὶ κατʼ ἔτος Συρίου φοίνικος ἑνὸς καὶ ἄλλου Αἰγυπτίου ἑνός. βεβαιούτω Κασσάνδρα Ὥρῳ καὶ τοῖς παρʼ αὐτοῦ τὴν μίσθωσιν τοῦ παραδείσου ἐπὶ τὸν συνγεγραμμένον χρόνον πάσῃ βεβαιώσει καὶ ἀφιστάσθω Ὧρος τῶν ἐν τῷ παραδείσῳ πάντων ἀπὸ τοῦ βελτίστου. βεβαιουμένης δὲ αὐτῷ τῆς μισθώσεως τὸν κατʼ ἐνιαυτὸν φόρον ἀποδότω Ὧρος Κασσάνδρᾳ ἢ τοῖς παρʼ αὐτῆς ἀεὶ καθʼ ἕκαστον ἔτος. βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Ἀπολλοφάνου τοῦ Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἡλιοδώρας τῆς Δημητρίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου … τῆς Ἀπολλωνίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀρτεμοῦς τῆς Σελεύκου μηνὸς Ξανδικοῦ Φαῶφι ὀκτωκαιδεκάτηι ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν. ἐμίσθωσεν Κασσάνδρα Δημοκράτου ἀστὴ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διοσκουρίδου ἡγεμόνος ἐπʼ ἀνδρῶν καὶ φρουράρχου Ὥρου κηπουρῶι τῶν ἐκ Τεντήρεως τὸν ὑπάρχοντα αὐτῇ παράδεισον περὶ τὴν αὐτὴν Τιντῆριν εἰς ἔτη δύο ἀπὸ τοῦ εἰς τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος φόρου κατʼ ἔτος χαλκοῦ νομίσματος δραχμῶν τρισχιλίων καὶ κατʼἔτος Συρίου φοίνικος ἑνὸς καὶ ἄλλου Αἰγυπτίου ἑνός. βεβαιούτω δὲ Κασσάνδρα Ὥρω` καὶ τοῖς παρʼ αὐτοῦ τὴν μισθωσιν τοῦ παραδείσου ἐπὶ τὸν συνγεγραμμένον χρόνον πάσῃ βεβαιώσει καὶ ἀφιστάσθω Ὧρος τῶν ἐν τῷ παραδείσῳ πάντων ἀπὸ τοῦ βελτίστου. βεβαιουμένης δὲ αὐτῷ τῆς μισθώσεως τὸν κατʼ ἐνιαυτὸν φόρον ἀποδότω Ὧρος Κασσάνδρα` ἢ τοῖς παρʼ αὐτῆς ἀεὶ καθʼ ἕκαστον ἔτος μάλιστα ἐν Μεσορὴι μηνί, ἧς δʼ ἀν μὴ ἀποδῷ ἀπομοίρας ἀποτεισάτω ἡμιόλιον.","prev":{"citation":"P.Diosk. 17","label":"P.Diosk. 17","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk/17","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diosk/17"},"next":{"citation":"P.Diosk. 18.r.34-18.v.54","label":"18.r.34 to 18.v.54","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk/18.r.34","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diosk/18.r.34"},"credit":{"text":"Documentary Papyri, P.Diosk.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.diosk","quality":"proofread"}}