{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Lond. 6 1912.1.1-1912.3.46","citation":"Documentary Papyri, P.Lond. 6 1912.1.1-1912.3.46","ref":"1912.1.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-6/1912.1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-6/1912.1.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-6/1912.1.1.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Lond. 6","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-6","urn":null},"verse":false,"words":350,"text":"Λούκιος Αἰμίλλιος Ῥῆκτος λέγει· ἐπειδὴ τῇ ἀναγνώσει τῆς ἱερωτάτης καὶ εὐεργετικωτάτης εἰς τὴν πόλιν ἐπιστολῆς πᾶσα ἡ πόλις παρατυχεῖν οὐκ ἠδυνήθη διὰ τὸ πλῆθος αὐτῆς, ἀναγκαῖον ἡγησάμην ἐκθεῖναι τὴν ἐπιστολὴν ἵνα κατʼ ἄνδρα ἕκαστον ἀναγινώσκοντες αὐτὴν τήν τε μεγαλειότητα τοῦ θεοῦ ἡμῶν Καίσαρος θαυμάσητε καὶ τῇ πρὸς τὴν πόλιν εὐνοίᾳ χάριν ἔχητε. ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νέου Σεβαστοῦ ιδ. Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς Αὐτοκράτωρ ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος ἀποδεδειγμένος Ἀλεξανδρέων τῇ πόλει χαίρειν. Τιβέριος Κλαύδιος Βάρβιλλος, Ἀπολλώνις Ἀρτεμιδώρου, Χαιρήμων Λεωνίδου, Μᾶρκος Ἰούλιος Ἀσκληπιάδης, Γάιος Ἰούλιος Διονύσιος, Τιβέριος Κλαύδιος Φανίας, Πασίων Ποτάμωνος, Διονύσιος Σαββίωνος Τιβέριος Κλαύδις Ἀπολλώνις Ἀρίστονος, Γάιος Ἰούλιος Ἀπολλώνιος, Ἑρμαίσκος Ἀπολλωνίου, οἱ πρέσβεις ὑμῶν, ἀναδόντες μοι τὸ ψήφισμα πολλὰ περὶ τῆς πόλεως διεξῆλθον, ὑπαγόμενοί μοι δῆλον πρὸς τὴν εἰς ὑμᾶς εὔνοιαν ἣν ἐκ πολλῶν χρόνων, εὖ ἴστε, παρʼ ἐμοὶ τεταμιευμένην ε… εἴχετε, φύσει μὲν εὐσεβεῖς περὶ τοὺς Σεβαστοὺς ὑπάρχοντες, ὡς ἐκ πολλῶν μοι γέγονε γνώριμον, ἐξαιρέτως δὲ περὶ τὸν ἐμὸν οἶκον καὶ σπουδάσαντες καὶ σπουδασθέντες, ὧν ἵνα τὸ τελευταῖον εἴπω παρεὶς τὰ ἄλλα μέγιστός ἐστιν μάρτυς ὁ ἐμὸς ἀδελφὸς Γερμανικὸς Καῖσαρ γνησιωτέραις ὑμᾶς φωναῖς προσαγορεύσας· διόπερ ἡδέως προσεδεξάμην τὰς δοθείσας ὑφʼ ὑμῶν μοι τιμὰς καίπερ οὐκ ὢν πρὸς τὰ τοιαῦτα ῥᾴδιος. καὶ πρῶτα μὲν Σεβαστὴν ὑμῖν ἄγειν ἐπιτρέπω τὴν ἐμὴν γενεθλίαν ὃν τρόπον αὐτοὶ προείρησθε, τὰς δὲ ἑκασταχοῦ τῶν ἀνδριάντων ἀναστάσεις ἐμοῦ τε καὶ τοῦ γένους μου ποιήσασθαι συγχωρῶ· ἐγὼ ὁρῶ γὰρ ὅτι πάντῃ μνημεῖα τῆς ὑμετέρας εὐσεβείας εἰς τὸν ἐμὸν οἶκον ἱδρύσασθαι ἐσπουδάσατε. τῶν δὲ δυοῖν χρυσῶν ἀνδριάντων ὁ μὲν Κλαυδιανῆς Εἰρήνης Σεβαστῆς γενόμενος ὥσπερ ὑπέθετο καὶ προσελιπάρησεν ὁ ἐμοὶ τιμιώτατος Βάρβιλλος ἀρνουμένου μου διὰ τὸ φορτικώτερος δοκεῖν, ἐπὶ Ῥώμης ἀνατεθήσεται, ὁ δὲ ἕτερος ὃν τρόπον ὑμεῖς ἀξιοῦτε πομπεύσει ταῖς ἐπωνύμοις ἡμέραις παρʼ ὑμῖν· συμπομπευέτω δὲ αὐτῶι καὶ δίφρος ᾧ βούλεσθε κόσμωι ἠσκημένος. εὐῆθες δʼ ἴσως τοσαύτας προσιέμενον τιμὰς ἀρνήσασθαι φυλὴν Κλαυδιανὴν καταδεῖξαι ἄλση δὲ κατὰ νομὸν παρεῖναι τῆς Αἰγύπτου· διόπερ καὶ ταῦτά θʼ ὑμῖν ἐπιτρέπω, εἰ δὲ βούλεσθε καὶ Οὐιτρασίου Πωλλίωνος τοῦ ἐμοῦ ἐπιτρόπου τοὺς ἐφίππους ἀνδριάντας ἀναστήσατε. τῶν δὲ τετραπώλων ἀναστάσεις ἃς περὶ τὰς εἰσβολὰς τῆς χώρας ἀφιδρῦσαί μοι βούλεσθε συγχωρῶ τὸ μὲν περὶ τὴν Ταπόσιριν καλουμένην τῆς Λιβύης","prev":null,"next":{"citation":"P.Lond. 6 1912.3.47-1912.4.78","label":"1912.3.47 to 1912.4.78","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-6/1912.3.47","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-6/1912.3.47"},"credit":{"text":"Documentary Papyri, P.Lond. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.lond;6","quality":"proofread"}}