{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Lond. 7 2017","citation":"Documentary Papyri, P.Lond. 7 2017","ref":"2017","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/2017","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-7/2017","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/2017.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Lond. 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7","urn":null},"verse":false,"words":354,"text":"ὑπόμνημα παρʼ Ἡρακλεώτου Ζήνωνι Νέστωι τοῖς ἡιρημένοις ἐπιτρόποις μου. δέδωκα μὲν ὑμῖν καὶ πρότερον ὑπόμνημα ἀξιῶν περὶ τοῦ ὀργάνου τοῦ καταλειφθέντος μοι κατὰ διαθήκην ὑπὸ Δημέου τοῦ διδασκάλου μου ἡνίκα ἀπώλετο ἔνδοθεν εὑρόντας ἀποδοῦναί μοι αὐτὸ ἢ ἕτερον μὴ χεῖρον δοῦναί μοι ἐν ὧι μελετῶν ἀγωνιοῦμαι ἵνα μὴ πολλῶν καθυστερῶ παρὰ τὸ ἀμελέτητος εἶναι, καὶ ἄλλο ὑπόμνημα περὶ τοῦ ὀργάνου ἀξιῶν ὑμᾶς ἐπειδὴ Ἱέρων ὡμολόγει ἔχειν ἐνέχυρον τὸ ἀπολόμενον ὄργανον ἔνδοθεν πρὸς δραχμὰς ἑκατὸν καὶ πέντε κομισαμένους ἀποδοῦναί μοι αὐτὸ ἢ ἕτερον μηθὲν ἐκείνου χεῖρον ἀγοράσαι καὶ δοῦναί μοι ὅπως ἔχω μελετῶν ἀγωνίζεσθαι καὶ μὴ πολλῶν καθυστερῶ ἀμελέτητος ὤν, ὑμεῖς οὐθὲν πεφροντίκατε περὶ τούτων. δέδωκά θʼ ὑμῖν τρίτον ἄλλο ὑπόμνημα ἀξιῶν ἐπειδὴ Δημέας ὁ διδάσκαλός μου κατέλιπέν μοι κατὰ διαθήκην ἀνατρέφεσθαί με ἔχοντα τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέχνης προσῆκεν ἐλευθέρωι ἕως τοῦ εἰς ἀγῶνα εἰσελθεῖν· ὑμεῖς δὲ παρέχετέ μοι εἰς κρέα ἑκάστου μηνὸς δραχμὰς τρεῖς τετρώβολον ἡμιωβέλιον, εἰς δʼ ἔλαιον δραχμὰς τρεῖς χαλκοῦς τρεῖς, εἰς ὄψον δραχμὰς δύο ἡμιωβέλιον οἴνου χόας ἑπτὰ ἥμισυ, φάμενος οὐχ ἱκανὰ ταῦτʼ εἶναί μοι εἰς ἄθλησιν, ἄλλʼ ἀξιῶν ὑμᾶς Δημέου θʼ ἕνεκεν καὶ τοῦ καλῶς ἔχοντος δίδοσθαί μοι καθʼ ἕκαστον μῆνα εἰς μὲν κρέα δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς εἰς δʼ ἔλαιον δραχμὰς ἓξ χαλκοῦς ἓξ εἰς δʼ ὄψον δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς οἴνου χόας δεκαπέντε ὕμεῖς οὐθέν μοι τῶν κατὰ τὰ ὑπομνήματα πεποιήκατε. ἀξιῶ οὖν ὑμᾶς ἔτι καὶ νῦν τὸ τʼ ὄργανόν μοι ἀποδοθῆναι τὸ ἐμὸν ὅ φησιν Ἱέρων ἔχειν τὸ καταλειφθέν μοι κατὰ διαθήκην ἢ ἕτερον μηθὲν ἐκείνου χεῖρον ἀγορασθῆναι καὶ δοθῆναί μοι ὅπως μελετῶν ἀγωνίζωμαι καὶ μὴ παρὰ ταύτην τὴν αἰτίαν πολλῶν καθυστερῶ παρὰ τὸ μὴ ἔχειν ὄργανον, καὶ τὰ δέοντα παρέχειν μοι ὅσα διὰ τοῦ ὑπομνήματος γράφω πρὸς ὑμᾶς καθότι καὶ ἡ διαθήκη προστάσσει παρέχειν μοι τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέχνης προσήκει ἐλευθέρωι ἕως ἂν οὗ εἰς ἀγῶνα εἰσέλθω. εἰ δὲ μὴ ταῦθʼ αἱρετὸν ὑμῖν ἐστιν παρέχειν μοι ἀξιῶ ὑμᾶς ἀποδοῦναί μοι τὴν κατὰ μῆνα γινομένην τιμὴν εἰς ἔτη δύο ὅπως ἂν ἐμαυτοῦ ἐπιμεληθεὶς καὶ τυχὼν ἐπιστάτου εἰσέλθω εἰς τοὺς ἀγῶνας οὓς ὁ βασιλεὺς προτίθησιν καὶ μὴ καταφθαρῶ ἐνταῦθα, δυνατὸς ὦ δʼ ἐμαυτῶι βοηθῆσαι. ἔρρωσθε. ἔτους ϛ, μηνὸς …","prev":{"citation":"P.Lond. 7 2016","label":"P.Lond. 7 2016","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/2016","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-7/2016"},"next":{"citation":"P.Lond. 7 2018","label":"P.Lond. 7 2018","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/2018","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-7/2018"},"credit":{"text":"Documentary Papyri, P.Lond. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.lond;7","quality":"proofread"}}