{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Petr. 24","citation":"Documentary Papyri, P.Petr. 24","ref":"24","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr/24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr/24","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr/24.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Petr.","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr","urn":null},"verse":false,"words":408,"text":"ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαίου τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Ἰάσων Ἀχαιὸς τῶν ἐκ τοῦ Ἑρμοπολίτου πρώτων τῆς τετάρτης ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν πεντήκοντα πέντε μέσος μεγέθει λευκόχρως ἀναφάλαντος οὐλὴ μετώπωι ἐκ δεξιῶν, Ἀσκληπιόδωρος Διονυσίου …ν τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα εὐμεγέθης μελίχρως ἀναφάλαντος ἡσυχῆι οὐλὴ ὑπὸ σιαγόνα δεξιάν, Ἀπολλώνιος … Ἡρακλεώτης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα μέσος μεγέθει μελίχρως κλαστόθριξ ἀναφάλαντος οὐλὴ μέσωι μετώπωι καὶ ἄλλη … Παρμενίωνος Μακεδὼν τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα εὐμεγέθης μελίχρως ἀναφάλακρος οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ ἄλλη ὑπὸ μυκτῆρα ἀριστερόν, … Πολιάρχου Φιλαδέλφειος τῶν Ἱπποκράτους τῆς τρίτης ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν ἑξήκοντα εὐμεγέθης μελίχρως … παχύρριν οὐλὴ γενείωι ἐκ δεξιῶν, ἄλλη ῥινὶ ἐξ ἀριστερῶν, Διονυσόδωρος … Ἀνδρομάχειος τῶν Ἀγησάρχου π… … τακτόμισθος κληροῦχος ὡς ἐτῶν τεσσαράκοντα … μελίχρως … … οὐλὴ εὔσημος μετώπωι μέσωι. … Ξανδικοῦ α Ἀφροδίσιος Ἀξιοθέαι βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ νουμηνίαι, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀφροδίσιος Ἡρακλείδου …ιος παρεπίδημος ὡς ἐτῶν ὀγδοήκοντα βραχὺς μελίχρως ἐπίγρυπος χαροπὸς κλαστόθριξ ἀναφάλαντος ὦτα τετρημένος. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάθω ἀνθρώπινον, καταλείπω τὰ ὑπάρχοντά μου πάντα Ἀξιοθέαι Διζούλου Θραίσσηι. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Πάρις Θεοφίλου Θεσσαλὸς τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα μέσος μεγέθει μελίχρως μακροπρόσωπος τετανόθριξ οὐλὴ μετώπωι μέσωι καὶ φακὸς παρʼ ὀφθαλμὸν δεξιόν, Γέτας … Κῶιος τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα μέσος μεγέθει μελίχρως στρογγυλοπρόσωπος ἔνσιμος συνόφρυς οὐλὴ ἐφʼ ἑκατέρας ὀφρύος, Νείλων Σωταίρου Λίβυς τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα βραχὺς μελίχρως στρογγυλοπρόσωπος τετανόθριξ οὐλὴ ἀνὰ μέσον ὀφρύων, Δημήτριος Δημητρίου Ἰσθμιεὺς ὡς ἐτῶν πεντήκοντα εὐμεγέθης μελίχρως ἀναφάλακρος ἐπίγρυπος … βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ …, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν … τῶν … ἐρυθρίας … εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάθω ἀνθρώπινον, καταλείπω … σταθμόν … … ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Κα… μ…","prev":{"citation":"P.Petr. 23","label":"P.Petr.(2) 1 23","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr/23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr/23"},"next":{"citation":"P.Petr. 25","label":"P.Petr. 1 20 (2)","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-petr/25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-petr/25"},"credit":{"text":"Documentary Papyri, P.Petr.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.petr.2ed","quality":"proofread"}}