{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Sakaon 49","citation":"Documentary Papyri, P.Sakaon 49","ref":"49","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/49","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/49","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/49.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Sakaon","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon","urn":null},"verse":false,"words":341,"text":"Ἀντωνίωι Σαραπάμμωνι στρατηγῷ Ἀρσινοϊτου παρὰ Αὐρηλίων Πτολεμίνου Εὐπόρου καὶ Σαραπίωνος υἱοῦ αὐτοῦ καὶ Πάσι Νιλάμμωνος καὶ Ἠλεία Εὐπόρου καὶ Σελποῦ Σαραπίωνος καὶ Ἀλυπίου Ἥρωνος καὶ τοῦ ἀδελφοῦ καὶ Μέλανος Ἡρακλείδου καὶ Σακαῶνος Σαταβοῦτος καὶ Ἀρίωνος Διοσκόρου καὶ Ἁτρῆ Πανηοῦτος ἱερέως καὶ Σοῦλ Ὡρίωνος καὶ Αὐνῆ Σαταβοῦτος καὶ Ἀμμωνίου Ἐλλιοῦτος καὶ Παησίου Σαταβοῦτος καὶ Κηλητοῦ Καῆτ, τῶν πάντων ἀπὸ κώμης Θεαδελφίας, μετʼ ἐγγύων εἰς ἔκτεισιν τῆς ἀποδώσεως Αὐρηλίων Ἀρίωνος Διοσκόρου καὶ Σακαῶνος Σαταβοῦτος τῶν προκιμένων. κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Ἀρρίου Διοτίμου, ὁμολογοῦμεν ὀμνύντες τὴν τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων Σεβαστῶν τύχην παραμεμέτρησθαι τὸ ἐφʼ ἕκαστον ἡμῶν σπέρματος δηλούμενον μέτρον τοῦ τε σίτου καὶ τῆς κριθῆς παρὰ μέτρῳ δημοσίῳ εἰς τὴν γινομένην κατασπορὰν ἑπομένως· ὁ Πτολεμῖνος καὶ Σαραπίων υἱὸς αὐτοῦ πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ, καὶ κριθῆς ἀρτάβας τρεῖς, ἀρτάβας γ· Πᾶσις πυροῦ ἀρτάβας τέσσαρες, ἀρτάβας δ Ἠλείας πυροῦ ἀρτάβας τέσσαρες, ἀρτάβας δ· Σελποῦς πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ, κριθῆς ἀρτάβας τρεῖς, ἀρτάβας γ· Ἀλύπιος καὶ ὁ ἀδελφὸς πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ· Μέλας πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ· Σακαῶν πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ, κριθῆς ἀρτάβας τρεῖς, ἀρτάβας γ· Ἀρίων πυροῦ ἀρτάβας δύο, ἀρτάβας β· Ἁτρῆς πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ· Σοῦλ πυροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ· Αὐνῆς πυροῦ ἀρτάβας τέσσαρες, ἀρτάβας δ· Ἀμμώνιος πυροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ, κριθῆς ἀρτάβην μίαν ἥμισυ, ἀρτάβην α 𐅵· Παῆσις πυροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ, κριθῆς ἀρτάβην μίαν ἥμισυ, ἀρτάβην α 𐅵· Κηλητὴς πυροῦ ἀρτάβας δύο, ἀρτάβας β. γίνονται πυροῦἀρτάβαιξδ καὶ κριθῆς ἀρτάβαι ιβ …ο…α… τῆς κώμης ἡμῶν …ς ἃς καὶ ἀποδώσομεν τῷ καιρῷ τῆς συγκομιδῆς μετὰ τῆς ἡμιολίας καθὼς ἕκαστος ἡμῶν εἴληφεν…. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Χοιὰκ ϛ. Αὐρήλιοι Πτολεμῖνος καὶ Σαραπίων καὶ Πᾶσις καὶ Ἠλίας καὶ Σελποῦς καὶ οἱ λοιποὶ παρελάβαμεν τὰς τοῦ πυροῦ ἀρτάβας ξδ καὶ κριθῆς ἀρτάβας ιβ καὶ ἀποδώσωμεν τῷ καιρῷ τῆς συγκομιδῆς μετὰ τῆς ἡμιολίας ὡς πρόκιται· καὶ ὑπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Κλημάτιος Ἑρμίου ἀπὸ κώμης Φιλαγρίδος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Αὐρήλιοι Ἀρίων καὶ Σακαῶν ἐγγυώμεθα ὡς πρόκιται εἰς ἔκτεισιν τῆς ἀποδόσεως τοῦ πυροῦ καὶ τῆς κριθῆς μετὰ τῆς ἡμιολίας ὡς πρόκιται. Αὐρήλιος …ς ἔγραψα ὑπὲρ ἀγραμμάτων.","prev":{"citation":"P.Sakaon 48","label":"P.Sakaon 48","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/48","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/48"},"next":{"citation":"P.Sakaon 50","label":"P.Sakaon 50","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/50","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/50"},"credit":{"text":"Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.sakaon","quality":"proofread"}}