{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"P.Warr. 8","citation":"Documentary Papyri, P.Warr. 8","ref":"8","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-warr/8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-warr/8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-warr/8.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"P.Warr.","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-warr","urn":null},"verse":false,"words":413,"text":"ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Περιτίου πέμπτῃ καὶ εἰκάδι, Χοιὰχ πέμπτῃ καὶ εἰκάδι, ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Αὐνῆς ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ μικρῶι δακτύλωι χειρὸς ἀριστερᾶς καὶ Παποντῶς ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντίχειρι ἀριστερῶι, ἀμφότεροι Πετερμούθεος τῶν ἀπὸ τοῦ Νέστου ἐποικίου τῆς αὐτῆς μερίδος, Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, Μάρκωι Ἀντωνίωι Μάρκου υἱῶι Κυρίνα Ἄπρῳ ὡς ἐτῶν εἴκοσι τριῶν ἀσήμῳ, ἐπάναγκον τοὺς ὁμολογοῦντας ἀποδώσειν τῶι Μάρκωι Ἀντωνίωι Κυρίνα Ἄπρωι ἢ τοῖς παρʼ αὐτοῦ τὰς λελοιπογραφημένας ἐν αὐτοῖς ἀπὸ λόγου ἐκφορίων τῶν μέχρι τοῦ διεληλυθότος πέμπτου ἔτους καὶ αὐτοῦ τοῦ πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ὧν γεωργοῦσι τοῦ Μάρκου Ἀντωνίου περὶ τὴν προγεγραμμένην κώμην Φιλαδέλφειαν κλήρου ἀρουρῶν εἴκοσι τεσσάρων πυροῦ μέτρωι τετάρτωι Φιλίππου τῶι τοῦ Μάρκου Ἀντωνίου ἀρτάβας ἑκατὸν ὀγδοήκοντα μίαν ἥμισυ καὶ κριθῆς ἀρτάβας ὀγδοήκοντα ἑπτὰ ἐν ἔτεσι πέντε ἀπὸ τοῦ ἐνεστῶτος ἔτους ἐν μηνὶ Παῦνι κατʼ ἔτος ἐξ ἰσομεροῦς ἅμα οἷς μετροῦσι ἐκφορίοις ἀνυπερθέτως καὶ ἀνευρησιλογήτως. ἐὰν δὲ μὴ ἀποδῶσιν οἱ ὁμολογοῦντες καθὰ γέγραπται, ἀποτεισάτωσαν τῶι Μάρκωι Ἀντωνίωι μεθʼ ἡμιολίας, τῆς πράξεως οὔσης τῶι Μάρκωι Ἀντωνίωι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτων αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, χωρὶς ἄλλων ὧν ὀφείλει ὁ εἷς Παποντῶς τῶι αὐτῶι χόρτου ἀρουρῶν τριῶν εἰς κατάβρωμα προβάτων, μενουσῶν κυρίων ὧν ἔχει αὐτῶν ὁ Μάρκος μισθώσεων κλήρων. ὑπογραφεὺς τῶν ὁμολογούντων Διόσκορος Κεφαλίωνος ὡς ἐτῶν ξγ οὐλὴ καρπῶι ἀριστερῶι. Αὐνῆς καὶ Παποντῶς ἀμφότεροι Πετερμούθεος Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν τῶν ἀπὸ τοῦ Νέστου ἐποικίου ὁμολογοῦμεν ἐπάναγκον ἀποδώσειν Μάρκωι Ἀντωνίωι Μάρκου υἱῷ Κυρίνα Ἄπρου ἐν ἔτεσι πέντε ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους κατʼ ἔτος ἅμα οἷς ὀφείλομεν ἐκφορίοις κατʼ ἔτος τὸ αἱροῦντὰς λελοιπογραφημένας ἐν ἡμιν ἀπὸ λόγου ἐκφορίων τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος πέμπτου ἔτους καὶ αὐτοῦ τοῦ πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ὧν γεωργοῦμεν τοῦ Μάρκου περὶ Φιλαδέλφειαν κλήρου ἀρουρῶν εἴκοσι τεσσάρων πυροῦ ἀρτάβας ἑκατὸν ὀγδοήκοντα μίαν ἥμισυ καὶ κριθῆς ἀρτάβας ὀγδοήκοντα ἑπτὰ χωρὶς ἄλλων ὧν ὀφείλει ὁ εἷς Παποντῶς χόρτου ἀρουρῶν τριῶν εἰς κατάβρωμα προβάτων, μενουσῶν κυρίων ὧν ἔχεις ἡμῶν μισθώσεων κλήρων καὶ ἧς ἔχεις ἐμοῦ τοῦ Αὐνήους καταμονῆς ἑτέρας μισθώσεως καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Διόσκορος Κεφαλίωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Μάρκος Ἀντώνιος Μάρκου υἱὸς Κυρίνα Ἄπερ γέγονʼ εἴς με ἡ ὁμολογία καθὼς πρόκειται. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοιὰχ κε ἀναγέγραπται διὰ …χου τοῦ πρὸς Φιλαδελφείας γραφείωι. ὁμολογία Αὐνήους καὶ τοῦ ἀδελφοῦ πρὸς Μάρκον Ἀντώνιον Κυρίνα Ἄπρον λοιπογραφίας πυροῦ ρπα 𐅵 κριθῆς ἀρταβῶν πζ.","prev":{"citation":"P.Warr. 6","label":"P.Warr. 6","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-warr/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-warr/6"},"next":{"citation":"P.Warr. 10","label":"P.Warr. 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-warr/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-warr/10"},"credit":{"text":"Documentary Papyri, P.Warr.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/p.warr","quality":"proofread"}}