{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Psi 10 1100","citation":"Documentary Papyri, Psi 10 1100","ref":"1100","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1100","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1100","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1100.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Psi 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10","urn":null},"verse":false,"words":284,"text":"ἐξ ὑπομνηματισμῶν Οὐηδίου Φαύστου τοῦ κρατίστου ἐπιστρατήγου, μεθʼ ἕτερα· Φαῦστος σκεψάμενος μετὰ τῶν συνεδρευόντων Ἁρποκρατίωνι στρατηγῶι Θεμίστου καὶ Πολέμωνος μερίδων εἶπεν· κατὰ τὰ ὑπʼ ἐμοῦ ἐξετασθέντα καὶ τὰ ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος κελευσθέντα δεήσει ἀφικέσθαι πρὸς τὴν αὐτοῦ διάγνωσιν, ὧι δηλώσω πάντα τὰ ἐπʼ ἐμοῦ πεπραγμένα. ἔσονται δὲ ἐφʼ ἱκανῷ κατελευσόμενοι πρὸς τὴν διάγνωσιν ὅ τε νομοφύλαξ Δῖος καὶ οἱ συνπαραλαβόντες τὸν Ἁρφαῆσιν Δημήτριος καὶ Ἐπίμαχος, ἔτι δὲ καὶ οἱ παλαιστροφύλακες Ἡρακλείδης καὶ Μύσθης. Δῖος νομοφύλαξ εἶπεν· καὶ Ἑρμείας καὶ Δῖος μαχαιροφόροι συμπαρέλαβον ἡμῖν τὸν Ἁρπαῆσιν. Φαῦστος ἐκέλευσεν αὐτοὺς κληθῆναι, καὶ μὴ ὑπακουσάντων Φαῦστος εἶπεν· ἐὰν μὴ παρατύχωσιν, τὸ ἀκόλουθον ἔσται, δώσει δὲ καὶ Ἄρειος ὁ γραμματεὺς Ἁρποκρατίωνος τοῦ στρατηγοῦ ἱκανόν, μέχρις ἂν εὑρεθῇ Ἁρποκρᾶς ὁ ὑπηρέτης· καὶ ἐκεῖνος γὰρ ἀναγκαῖός ἐστιν. Ἁρποκρατίων στρατηγὸς εἶπεν· ϙβ πυροῦ ἐν θησαυροῖς ἔχω καὶ κριθῆς ιθ 𐅵 καὶ φακοῦ ηα καὶ πρὸς καὶ ἄλλα γένη, ἡ δὲ ἐκμέτρησις τούτων ἐμοὶ διαφέρει. καὶ ὑφορῶμαι μὴ ἐπὶ περιγραφῇ τῇ ἐμῇ ταῦτα βασταχθῇ καὶ παραπόληται τῷ ταμίῳ. Φαῦστος ἐπύθετο· ὑπὸ τίνος βασταχθῇ; ἀπεκρίνατο· ὑπὸ τῶν σιτολόγων καὶ τῶν ἄλλων. ἐὰν οὖν σοι δοκῆι, κατάστησόν τινας ἐπακολουθοῦντας. Φαῦστος εἶπεν· …χρ…α…επραξ… περὶ τούτων; ἀπεκρίνατο· οὐκ ἀναπαύσομαι πράσσων κατὰ καιρὸν τοῦτον ἄχρι ταῦτα διοικηθῇ. Φαῦστος ἐπύθετο· πόσου χρόνου δεῖ εἰς τὴν ἐκμέτρησιν; ἀπεκρίνατο· ὁ μὲν λαμπρότατος ἡγεμὼν ἐκέλευσεν ἐν λ ἡμέραις γενέσθαι, πρὸς δὲ καὶ ἄλλων χρεία ἔσται. Φαῦστος εἶπεν· ὡς προεῖπον, πάντα ταῦτα δηλώσω τῷ λαμπροτάτῳ ἡγεμόνι· καὶ τοῦτο ὁμοίως δηλώσω, ὅπερ ἐστί, ἀναγκαιοτάτην εἶναι τὴν ἐκμέτρησιν, ἵνʼ ὃ ἐὰν αὐτῷ δόξῃ κελεύσῃ γενέσθαι. Ἁρποκρατίων στρατηγὸς εἶπεν· ἐν τοσούτῳ οὖν κελεύεις με μένειν; Φαῦστος εἶπεν· περίμενε οἷα δεῖ πράττων· γράψω γὰρ αὐτῷ, ἵνʼ, ἐὰν θέλῃ εὐθύς σε ἥκειν, δηλώσῃ μοι. ἔτους β Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, μηνὸς Ἁδριανοῦ κη.","prev":{"citation":"Psi 10 1099","label":"PSI 10 1099","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1099","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1099"},"next":{"citation":"Psi 10 1101","label":"PSI 10 1101","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1101","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1101"},"credit":{"text":"Documentary Papyri, PSI 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/psi;10","quality":"proofread"}}