{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Psi 13 1320","citation":"Documentary Papyri, Psi 13 1320","ref":"1320","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1320","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1320","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1320.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Psi 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13","urn":null},"verse":false,"words":431,"text":"ἔτους … Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ εἰκάδι κ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταβοῦς Πανειφρίμμιος τοῦ Πανειφρίμμιος ὡς ἐτῶν εἴκοσι , οὐλὴ … δεξιόν, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Σώτου τοῦ Στοτοήτιος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ὑπὸ γόνυ δεξιόν, Πανομιεῖ Πισάιτος τοῦ Σαταβοῦτος ὡς ἐτῶν πεντήκοντα οὐλὴ ὀφρύι δεξιᾷ πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῇ Ταβοῦτι πατρικὸν ἥμισυ μέρος οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους κοινὸν καὶ ἀδιαίρετον καὶ τά συγκύροντα πάντα ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσου, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς νότου Πισάιτος τοῦ Καλατύτου οἰκία καὶ αὐλή, βορρᾶ πρότερον Ἀρτεμιδώρου τοῦ Ἀρτεμιδώρου ὧν ἐπικρατεῖ τούτου τέκνα οἰκία, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου τινῶν ψιλῶν τόπων, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Ταβοῦν παρὰ τοῦ Πανομιέως τὴν συμπεφωνημένην τιμὴν τοῦ πεπραμένου ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς πᾶν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα , καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Ταβοῦν καὶ τοὺς παρʼ αὐτῆς τῷ Πανομιεῖ καὶ τοῖς παρʼ αὐτοῦ πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν πάντων καὶ λαογραφιῶν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐσομένου ἑτέρου εἰκονισμοῦ ἀπογραφῆς δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ εἰσόδοις καὶ ἀνοικοδομοῦντες καὶ ἐπιτελοῦντες καὶ ἐπισκευάζοντες καὶ μηδὲν τὴν ὁμολογοῦσαν Ταβοῦν μήτε τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν μηδὲ ἀμφισβητήσειν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παρασυγγραφῶν· ἐὰν δὲ μὴ βεβαιοῖ ἢ καὶ μὴ παρέχηται, προσαποτισάτω τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ πρόστιμον ἀργυρίου δραχμὰς ὀγδοήκοντα … σὺν ὑπογραφῇ τῆς ὁμολογούσης καὶ τοῦ κυρίου. Πανειφρίμμις Σαταβοῦτος ὡς ἐτῶν λ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Λεωνίδης Ζωίλου ὡς ἐτῶν κ οὐλὴ μετώπῳ ἐκ δεξιῶν. Ταβοῦς ἡ Πανειφρίμμιος τοῦ Πανειφρίμμιος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Σώτου τοῦ Στοτοήτιος ὁμολογῶ πεπρακέναι Πανομιεῦτι Πισάιτι τοῦ Σαταβοῦτος κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι πατρικὸν ἥμισυ μέρος οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους κοινὸν καὶ ἀδιαίρετον καὶ τὰ συγκύρουντα πάντα ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσου, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς νότου Πισάιτος τοῦ Καλατύτου οἰκία καὶ αὐλῆς, βορρᾶ πρότερον Ἀρτεμιδώρου τοῦ Ἀρτεμιδώρου νυνὶ τούτου τέκνων οἰκία, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου τινῶν ψιλῶν τόπων, καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα καὶ βεβαιώσειν πάσῃ βεβαιώσει καθὼς πρόκειται ἔγραψε ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου Πανειφρίμμις Σαταβοῦτος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Πανομιεῦς Πισάιτος τοῦ Σαταβοῦτος ἠγόρασα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Λεωνίδης Ζωίλου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἐντέτακται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.","prev":{"citation":"Psi 13 1319.2.54-82","label":"1319.2.54 to 1319.2.82","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1319.2.54","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1319.2.54"},"next":{"citation":"Psi 13 1321","label":"PSI 13 1321","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1321","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1321"},"credit":{"text":"Documentary Papyri, PSI 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/psi;13","quality":"proofread"}}