{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Psi 5 457","citation":"Documentary Papyri, Psi 5 457","ref":"457","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/457","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/457","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/457.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Psi 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5","urn":null},"verse":false,"words":335,"text":"Αὐρηλίοις Ἀπίωνι τῷ καὶ Θεωνάμμωνι γυμνασιαρχ καὶ Μέλανι Θέωνος ἐξηγητεύσαντι ἐνάρχῳ πομπαγωγῷ ἀμφοτέροις βουλευταῖς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως τοῖς πρὸς τῇ ἐπικρίσει παρὰ Μάρκου Αὐρηλίου Ἑρμοφίλου Εὐδαίμονος τοῦ Ἀμόιτος μητρὸς Τανάπης ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἰ εἰσὶν ἐκ τοῦ γένους τούτου, ἐτάγη ἐπʼ ἀμφόδου Μητρῴου ὁ τῆς ὁμογνησίας μου ἀδελφῆς Κοπροῦτος υἱὸς Μᾶρκος Αὐρήλιος Φλαύιος Βησαρίωνος ὢν πρὸς τὸ ἐνεστὸς α ἔτος ἐτῶν … · ὅθεν παραγενάμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ τῶν ἐκ τοῦ γυμνασίου ἐπίκρισιν ἐπικεκρίσθαι τὸν τοῦ πατρὸς τοῦ προπάππου τοῦ προσβαίνοντος πρόπαππον Ὠριγένην Ἀσκληπιάδου ἐπʼ ἀμφόδου Χηνοβοσκῶν ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσιν ὡς ὁ πάππος αὐτοῦ Ἀσκληπιάδης Ἀσκληπιάδου γεωμέτρου υἱός ἐστιν ἐν τῇ τοῦ λδ ἔτους θεοῦ Καίσαρος γραφῇ· καὶ τὸν τοῦ προπάππου αὐτοῦ πρόπαππον τὸν δεῖνα ἐπικεκρίσθαι τῷ θ ἔτει θεοῦ Τραιανοῦ ἐπʼ ἀμφόδου Βορρᾶ κρηπῖδος· καὶ τὸν τοῦ πάππου αὐτοῦ πρόπαππον Δίδυμον ἐπικεκρίσθαι τῷ ἔτει θεοῦ Ἁδριανοῦ ἐπʼ ἀμφόδου Πα…π· καὶ τὸν τοῦ πατρὸς αὐτοῦ πρόπαππον Ἀμμωνιανὸν ἐπικεκρίσθαι τῷ β ἔτει Μάρκου Αὐρηλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ· καὶ τὸν πρόπαππον αὐτοῦ Φλαύιον ἐπικεκρίσθαι τῷ κθ ἔτει θεοῦ Κομμόδου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ· καὶ τὸν πάππον αὐτοῦ τὸν δεῖνα προσβάντα ἐπικεκρίσθαι τῷ κε ἔτει θεῶν Σευήρου καὶ Ἀντωνίνου ἐπʼ ἀμφόδου Ἑρμαίου· καὶ τὸν μὲν πατέρα αὐτοῦ Βησαρίωνα προσβάντα ἐπικεκρίσθαι τῷ α ἔτει Δεκίων ἐπʼ ἀμφόδου Μητρῴου· ἐμὲ δὲ προσβάντα ἐπικεκρίσθαι τῷ α ἔτει Δεκίων ἐπὶ ταῖς προκειμέναις ἀποδείξεσιν ἐπʼ ἀμφόδου Ἡρακλέως τόπων παρασχόντα τῆς εἰσκρίσεως γνωστῆρας · καὶ ὀμνύω τὴν Κλαυδίου Καίσαρος τοῦ κυρίου σεβαστοῦ τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα, καὶ εἶναι τὸν Φλαύιον φύσει τοῦ Βησαρίωνος καὶ τῆς Κοπροῦτος υἱὸν καὶ μὴ θέσει μηδὲ ὑπόβλητον, μηδʼ ἀλλοτρίαις ἀσφαλίαις ἢ ὁμωνυμίᾳ κεχρῆσθαι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ· ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Μεσορὴ α. Αὐρήλιος Ἑρμόφιλος ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος ὁ δεῖνα Ἀπολλωνίου τῶν ἐξ ἐφηβείας ἱερονικῶν … τὸν Φλαύιον ὄντα φύσει υἱὸν τοῦ Βησαρίωνος καὶ τῆς Κοπροῦτος ὡς πρόκειται. … …εω…","prev":{"citation":"Psi 5 456","label":"PSI 5 456","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/456","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/456"},"next":{"citation":"Psi 5 458","label":"PSI 5 458","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/458","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/458"},"credit":{"text":"Documentary Papyri, PSI 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/psi;5","quality":"proofread"}}