{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Psi 1150","citation":"Documentary Papyri, Psi 1150","ref":"1150","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi/1150","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi/1150","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi/1150.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Psi","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi","urn":null},"verse":false,"words":342,"text":"ἔτους δ Καίσαρος Ἁθὺρ κγ ἔτους τετάρτου τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Αὐδναίου τρίτῃ καὶ εἰκάδι Ἁθὺρ τρίτῃ καὶ εἰκάδι ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· ἐμίσθωσαν Φιλόξενος καὶ Ποσειδώνιος ἀμφότεροι Διογνήτου οἱ προεστῶτες τῆς πρότερον Πετενεφιείους νυνὶ δὲ Καίσαρος αὐτοκράτορος γῆς … τῶι καὶ Μαρσισούχῳ …ου τοῦ καὶ Μαρεψήμιος καὶ … τῶι καὶ Τεφερσῶτι Ἀπολλωνίου τοῦ καὶ Ἁρυώτου καὶ … Ἀκουσιλάου τοῖς τρισὶ Πέρσαις τῆς ἐπιγονῆς τὰς …ας περὶ Τεβτῦνιν Ἀνικήτου λεγομένας ἀρούρας ὀγδοηκονταὲξ , ἀφʼ ὧν ἀρούρας πεντήκοντα εἰς πυροῦ σπορὰν καὶ ἄλλας ἀρούρας τριακονταὲξ εἰς χόρτου σπορὰν, καὶ περὶ τὴν αὐτὴν ἄλλας ἀρούρας δεκαέξ , ἀφʼ ὧν ἀρούρας ὀκτὼ εἰς κριθῆς σπορὰν καὶ ἄλλας ἀρούρας ὀκτὼ εἰς χόρτου, εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Καίσαρος, ὧν ἐκφορίου τὸ μὲν πρῶτον ἔτος πυροῦ ἀρταβῶν τετρακοσίων καὶ κριθῆς ἀρταβῶν πεντήκοντα καὶ ἀργυρίου καθαροῦ δραχμῶν διακοσίων ἑξηκοντατριῶν σὺν σπέρμασι αἷς λήμψονται πυροῦ ἀρτάβαις πεντήκοντα καὶ κριθῆς ἀρτάβαις ὀκτὼ , τὸ δὲ δεύτερον ἔτος ἀρούρας τριακονταὲξ εἰς πυροῦ σπορὰν ἄλλας δὲ ἀρούρας πεντήκοντα εἰς χόρτου σπορὰν τὰς δὲ ὁμοίως τῶν δεκαὲξ ἀρουρῶν ἀρούρας ὀκτὼ εἰς κριθῆς σπορὰν τὰς δὲ ὀκτὼ εἰς χόρτου σποράν, ἐκφορίου τοῦ δευτέρου ἔτους πυροῦ ἀρταβῶν διακοσίων ὀγδοηκονταοκτὼ καὶ κριθῆς ἀρταβῶν πεντήκοντα καὶ ἀργυρίου καθαροῦ δραχμῶν τριακοσίων πεντηκονταδύο σὺν σπέρμασι πυροῦ ἀρτάβαις τριακονταὲξ καὶ κριθῆς ἀρτάβαις ὀκτώ , καὶ ἐξαιρέτων κατʼ ἔτος εὕστρας ἀρτάβης μιᾶς ἡμίσους καὶ πυροῦ ἀρταβῶν δέκα καὶ χόρτου κεκομμένου καὶ δεδεσμευμένου καὶ καθεσταμένου ἐις τὴν κώμην ἀρούρας μιᾶς ἡμίσους , τὸ δʼ ἐκφόριον ἀκίνδυνον ὃν μέτρῳ προσόδων τῆς κώμης, τὰ δʼ ἔργα πάντα …ν ἐκ τοῦ ἰδίου ὡς καθήκει σὺν τοῖς ποτισμοῖς· καὶ μὴ ἐξέστω αὐτοῖς ἐκλιπεῖν τὴν μίσθωσιν πρὸ τοῦ χρόνου, οἱ δὲ αὐτοὶ ἀποδότωσαν τὸ μὲν ἀργύριον ἐν μηνὶ Τῦβι τὸν δὲ πυρὸν Παῦνι ἐν τῇ κώμῃ οὗ ἐὰν συντάσσωσι οἱ μεμισθωκότες πυρὸν νέον καθαρὸν ἀπὸ πάντων ἄδολον· ἐὰν δέ τι τούτων παραβῶσι ἀποτεισάτωσαν οἱ μεμισθωμένοι … … τιμὴν ἀργυρίου δραχμὰς … … ἀργυρίου οὗ ἐὰν μὴ ἀποδῶσι …α… …μημα ὄντες ἀλλήλων ἔγγυοι μηδʼ ἐνκαλ… …ν αὐτῶν· μενέτω αὐτοῖς ἡ μίσθωσις κυρία καὶ τοῖς παρʼ αὐτῶν· ἐν τῷ αὐτῷ ἔτει δ Καίσαρος Ἁθὺρ κγ ἀνεγράφη. … Φιλόξενος μεμίσθωκα καθότι πρόκειται. … Ποσειδώνιος μεμίσθωκα καθότι πρόκειται.","prev":{"citation":"Psi 1148","label":"PSI 10 1148","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi/1148","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi/1148"},"next":{"citation":"Psi 1156","label":"PSI 10 1156 descr.","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi/1156","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi/1156"},"credit":{"text":"Documentary Papyri, PSI. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/psi.corr","quality":"proofread"}}