{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"SB 14 11648","citation":"Documentary Papyri, SB 14 11648","ref":"11648","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11648","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11648","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11648.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"SB 14","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14","urn":null},"verse":false,"words":420,"text":"Αὐτοκράτωρ Καῖσαρ θεοῦ Σεουήρου Εὐσεβοῦς ἔκγονος, θεοῦ Αντωνινοῦ Εὐσεβοῦς Μεγίστου υἱός, Μᾶρκος Αὐρήλιος Σεουῆρος Ἀλέξανδρος Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος πατὴρ πατρίδος …λέγει …ν …βασιλεῦσι αιει…αρχι… …απ… … δ ει…ανκα …πολεσαν …σεσιτασιν … ἐπίτροπον …ων χρη…ονεποι …ιοιατε …γμενα …διππαν …τῇ πάσῃ οἰκουμένῃ…του χρ… …ν ἀπὸ τῆς …ουαποτων …πωσματα … εινα …προτέρας καὶ …κεκακωμένα …μεναται ἐστιν … φ ν …ναφ…ους πόλις …ἐφιλοτίμεισα …τοσούτω καὶ …αμα… διδόναι αὐτῶν … ὅπως μὴ διὰ τὸ τῆς χαρᾶς τῆς ἑαυτῶν δήλωσιν ποιήσασθαι ἐθέλειν, ἣν ἐπʼ ἐμοὶ παρελθόντι ἐπὶ τὴν ἀρχὴν ἔχουσιν, βιασθεῖεν μείζω ἢ δύνανται, ὅθεν μοι παρέστη τὸ βούλευμα τοῦτο οὐδὲ ἀποδέοντι παραδειγμάτων, ἐν οἷς Τραιανόν τε καὶ Μᾶρκον, τοὺς ἐμαυτοῦ προγόνους αὐτοκράτοράς τε μάλιστα δὴ θαυμάσαι ἀξίους γεγενημένους. ομειμεῖσθαι ἔμελλον, ὧν καὶ πρὸς τὰ ἄλλα τὴν προαίρεσιν ζηλοῦν ἐγὼ γνώμην ποιοῦμαι, ὡς εἴ γε μὴ τὸ τῆς παρὰ τοὺς καιροὺς δημοσίας ἀπορίας ἐνποδὼν ᾖ πολὺ ἂν φανερωτέραν τὴν ἐμαυτοῦ μεγαλοψυχίαν ἐπιδεικνύμενος οὐδʼ ἂν ἐμέλλησα, καὶ εἴ τι ἐκ τοῦ παρελθόντος χρόνου ἐκ τῆς τοιουτοτρόπου συντελείας κατιὸν ὠφείλετο καὶ ὁπώσα πρὸς τὴν Καίσαρος προσηγορίαν ἐπὶ τὸ τῶν στεφάνων ὄνομα ἐψηφισμένα πρότερον καὶ ἔτι ποτὲ ψηφισθησόμενα κατα τὴν αὐτὴν αἰτίαν ὑπὸ τῶν πόλεων εἴη, καὶ ταῦτα ἀνεῖναι. ἀλλὰ ταῦτα μὲν οὐκ οἴομαι, διʼ ἃ μικρὸν ἔνπροσθεν εἶπον ταῦτα δὲ μόνα ἐπαναφέρειν τὰς πόλεις, ὡς ἐκ τῶν παρόντων ὁρῶ, δυναμένας οὐ παρεῖδον. διόπερ ἴστωσαν ἅπαντες ἐν ταῖς πόλεσιν ἁπάσαις ταῖς τε κατʼ Εἰταλείαν καὶ ταῖς ἐν τοῖς ἄλλοις ἔθνεσιν· καὶ ἐπὶ τῇ προφάσει τῆς ἐμαυτοῦ ἀρχῆς αὐτοκράτορος, ἐφʼ ἣν καὶ βουλομένων καὶ εὐχομένων ἁπάντων παρῆλθον, ἀντʼ ἑτέρων χρυσῶν στεφάνων χρή με τὰ ἀπαιτηθέντα ἀνεῖναι αὐταῖς, τοῦτο δὲ οὐ διὰ περιουσίαν πλούτου ποιοῦντα ἀλλὰ διὰ τὴν ἐμαυτοῦ προαίρεσιν, δεόμενον, ἐπεὶ Καῖσαρ εἶμι, καίπερ κεκμηκότα, τὸ κλῖνον ἀναλήμψασθαι, οὐχὶ φόρων ζητήσεσι ἀλλὰ σωφροσύνῃ μόνον, οὐ πρὸς τὸ ἴδιον γεινομένων ἀναλωμάτων, οὐδὲ γὰρ τοῦτό μοι σπουδαῖον οὐδʼ ἄλλο τι ἔσται ἐν ἐξαπαιτήσει τῶν χρημάτων πλὴν μᾶλλον φιλανθρωπίᾳ τε καὶ εὐεργεσίαις συναυξῆσαι τὴν ἀρχήν, ἵνα μου ἡ ἀγωγὴ καὶ τοῖς ἡγεμόσιν τῶν ἐθνῶν τοῖς καὶ κατʼ ἐπιτροπίας παρʼ ἐμοῦ ἀπεσταλμένοις, οὓς ἐγὼ εἰς τὸ ἀκριβέστατον δοκιμάσας καὶ προελόμενος ἀπέστειλα, καὶ ἐκείνοις συνβουλεύσασα εἴη ὡς μετριωτάτους παρέχειν αὑτούς· μᾶλλον γὰρ δὴ καὶ μᾶλλον οἱ τῶν ἐθνῶν ἡγεμόνες οἱ ἐξίασι καταμάθοιεν ἂν μεθʼ ὅσης αὐτοὺς προθυμίας φείδεσθαι καὶ προορᾶσθαι τῶν ἐθνῶν οἷς ἐφεστήκασι προσήκει ὁπότε καὶ ἐξέσται τὸν αὐτοκράτορα ὁρᾶν πᾶσιν αὐτοῖς μετὰ τοσαύτης κοσμιότητος καὶ σωφροσύνης καὶ ἐνκρατίας τὰ τῆς βασιλίας διοικοῦντα. τούτου τοῦ ἐμαυτοῦ δόγματος ἀντίγραφα τοῖς κατʼ ἑκάστην πόλιν ἄρχουσιν γενέσθω ἐπιμελὲς εἰς τὸ δημόσιον ἐκθεῖναι ὅπου μάλιστα ἔσται σύνοπτα τοῖς ἀναγινώσκουσιν. ἔτους α, Παῦνι λ.","prev":{"citation":"SB 14 11647","label":"SB 14 11647","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11647","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11647"},"next":{"citation":"SB 14 11649","label":"SB 14 11649","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11649","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11649"},"credit":{"text":"Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/sb;14","quality":"proofread"}}