{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"SB 16 12692.3.59-12692.4.73","citation":"Documentary Papyri, SB 16 12692.3.59-12692.4.73","ref":"12692.3.59","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12692.3.59","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12692.3.59","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12692.3.59.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"SB 16","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16","urn":null},"verse":false,"words":364,"text":"διὰ τοῦ αὐτοῦ ἑρμηνέως ἀπεκρίνατο· μίαν μόνην ἰνδικτίονα κατεσπείραμεν αὐτά. ὁ σύνδικος αὐτῷ εἶπεν· καὶ πῶς σήμερον τοῖς περὶ Νεῖλον αὐτὰς παρεσχήκατε; διὰ τοῦ αὐτοῦ ἑρμηνέως ἀπεκρίνατο· ὁμοῦ λέγοντες ὅτι αὐτῶν ἐστιν. ὁ σύνδικος αὐτῷ εἶπεν· ὑπὸ σπορὰν αὐτοῖς παρεδώκατε τὴν γῆν; διὰ τοῦ αὐτοῦ ἑρμηνέως ἀπεκρίνατο· αὖ ἀλλὰ παρεσχήκαμεν ὑπὲρ ἑκάστης ἀρούρης σίτου ἀρτάβας τρεῖς . Θεόδωρος ῥήτωρ εἶπεν· ψεύδεται· οὐδὲν εἴληφαν ἀλλὰ ἠναγκάσθη μ… παραδέξασθαι …ε… τῶν αὐτῶν γῃδίων. ὁ σύνδικος εἶπεν· καὶ ἐχρῆν σε πάραυτα ἀναγκασθέντα μέμψασθαι διʼ ἐνγράφων καὶ μηδὲ φόρον παραδέξασθαι. Νεῖλος διʼ ἑρμηνέως εἶπεν· πάραυτα ἦλθον τῷ πραιποσίτῳ καὶ εἶπέν μοι· ἀνένεγκον λιβέλλον ἐπὶ τὸν ἔπαρχον. Ἀλέξανδρος εἶπεν· ἵνα τοίνυν ἐντελέστερον ἀναδιδάξω τὴν σὴν ἐμμέλειαν, ἔστιν καὶ οἰκόπεδον τοῦ αὐτοῦ ὀνόματος ἐπὶ τῆσδε τῆς πόλεως διακατεχόμενον ὑπὸ τῶν ἀντιδίκων ἀπὸ πατρῴας αὐτῶν διαδοχῆς. ὁ σύνδικος Νεῖλῳ ἐντολικαρίῳ εἶπεν· ἀκήκοας αὐτοῦ τοῦ διαδικοῦντος μέρους φήσαντος διακατέχειν σε καὶ οἰκόπεδον τοῦ αὐτοῦ ὀνόματος τῶν γῃδίων καὶ ὀφείλεις καταθέσθαι εἰ ἐν νομῇ τυγχάνεις τοῦ οἰκοπέδου ἢ μέρους ἢ μή. Νεῖλος διὰ Ἀνουβίωνος ἀρχιυπηρέτου ἑρμηνεύοντος εἶπεν· οὐκ οἶδα εἰ ἔνι οἰκία. ὁ σύνδικος αὐτῷ εἶπεν· τίς τοίνυν τὰ στεγανόμια κομίζεται; διὰ τοῦ αὐτοῦ ἑρμηνέως ἀπεκρίνατο· οὐδείς. κατέπεσεν γάρ. ὁ σύνδικος αὐτῷ εἶπεν· πῶς τοίνυν κατὰ τὴν ἀρχὴν ἔξαρνος ἐγίνου μὴ εἶναι οἰκόπεδον τούτου ὀνόματος, νυνὶ δὲ ὁμολογεῖς εἶναι μέν, καταπεπτωκέναι δέ; Νεῖλος διὰ τοῦ αὐτοῦ ἑρμηνέως ἀπεκρίνατο ὅτι οὐδὲν οἶδα οὐδὲ ἐνοίκια εἴληφαν. ὁ σύνδικος εἶπεν· θείου καὶ προσκυνητοῦ νόμου τῶν δεσποτῶν ἡμῶν αἰωνίων βασιλέων παρατεθέντος ἐπὶ τῶν ὑπομνημάτων τῆς ἐμῆς μετριότητος διαρρήδην προστάττοντος εἰ τεσσαρακονταετὴς παρέλθοιεν νεμομένου τινὸς πράγματα μηδὲ δικαίαν ἀρχὴν ζητεῖσθαι, ἐπεὶ τοίνυν καὶ Γερμανὸς ἀπὸ κώμης Καρανίδος κατέθετο ὡς τῶν περὶ Ἡρωείδα καὶ Ταῆσιν ἐν νομῇ οὐσῶν τοῦ ὀνόματος Ἀτισίου, διὰ δὲ τὸ ἐν φυγῇ αὐτὰς τὸ πρὶν εἶναι κατεσπάρθαι ὑπὸ τῶν ἀπὸ τῆς κώμης, κατέθετο δὲ καὶ ὁ ἀποσυσταθεὶς ὑπὸ αὐτῶν ἐντολικάριος ἀνὴρ τῆς Ἡρωείδος γιγνώσκειν καὶ τὸ οἰκόπεδον τοῦ ὀνόματος τῶν αὐτῶν ἀρουρῶν, ὅθεν ἀκόλουθόν ἐστιν αὐτῷ τῷ θείῳ καὶ προσκυνητῷ νόμῳ καὶ τῇ πολυχρονίῳ νομῇ ἀκολούθως καὶ τῇ φωνῇ Γερμανοῦ τοῦ μείζονος κώμης Καρανίδος ἔχεσθαι Ἡρωείδα καὶ Ταῆσιν τῶν αὐτῶν γῃδίων καὶ τελεῖν τὰ ὑπὲρ αὐτῶν εὐσεβῆ τελέσματα καθὰ καὶ ἐτέλουν ἐχόντων αὐτῶν καὶ τὸ οἰκόπεδον καὶ πᾶσαν τὴν εὐπορίαν τοῦ αὐτοῦ ὀνόματος. οὐ γάρ ἐστιν","prev":{"citation":"SB 16 12692.3.41-58","label":"12692.3.41 to 12692.3.58","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12692.3.41","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12692.3.41"},"next":{"citation":"SB 16 12692.4.74","label":"SB 5 8246","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12692.4.74","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12692.4.74"},"credit":{"text":"Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/sb;16","quality":"proofread"}}