{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"SB 30 17458","citation":"Documentary Papyri, SB 30 17458","ref":"17458","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17458","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17458","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17458.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"SB 30","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30","urn":null},"verse":false,"words":412,"text":"ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ἀπελλαίου Φαῶφι κζ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θαῆσις Κάστορος τοῦ Ἡρᾶ ἀπὸ τῆς προγεγραμμένης κώμης Καρανίδος ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ μετώπωι ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πακύσιος τοῦ Σοκμήνιος ὡς ἐτῶν ἑξήκοντα ἑπτὰ οὐλὴ ἀντικνημίωι δεξιῶι συγκεχωρηκέναι μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τῶν γεγονότων αὐτῆι ἐκ τοῦ Πακύσιος τέκνων Σοκμήνεως ἐστρατευμένου καὶ Κάστορος καὶ Θερμούθιος τοῦ μὲν Σοκμήνιος ἐστρατευμένου καὶ Κάστορος τῶν δύο κοινῶς ἐξ ἴσου τὰ ὑπάρχοντα αὐτῆι ἐν Καρανίδι οἰκίδια δύο καὶ αὐλύδρια δύο ὄντα ἀπὸ νότου καὶ βορρᾶ τῆς ὑπαρχούσης τῷ πατρὶ Πακῦσι οἰκίας καὶ αὐλῆς καὶ τὰ ἑαυτῆς ἀπολειφθησόμενα ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενίαν καὶ ἐνοφειλόμενα αὐτῆι καθ’ ὃν δήποτε οὖν τρόπον, τοῦ δὲ Κάστορος μόνου τὴν ὑπάρχουσαν αὐτῆι περὶ Κερκεσοῦχα κλήρου κατοικικοῦ ἄρουραν μίαν τέταρτον καὶ τῆς Θερμούθιος ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ τῶν τῆς Θαήσιος τετελευτηκυίας θυγατρὸς Θατρῆτος τῆς Κάστορος τέκνων Σωκράτους καὶ Κάστορος καὶ Μελανᾶτος τῶν τριῶν κοινῶς ἐξ ἴσου ἀργυρίου δραχμὰς ἑξήκοντα ἅσπερ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ἀποδώσουσι αὐτοῖς ὅ τε Σοκμῆνις ἐστρατευμένος καὶ ὁ Κάστωρ κοινῶς ἐξ ἴσου. ἐὰν δὲ συμβῇ τινα τοῦ Σοκμήνεως ἐστρατευμένου καὶ Κάστορος ἄτεκνον καὶ ἀδιάθετον τελευτῆσαι εἶναι τὰ τοιούτου ὑπάρχοντα τοῦ περιόντος ἀπ’ αὐτῶν. ἐφ’ ὃν δὲ χρόνον περίεστιν ἡ ὁμολογοῦσα Θαῆσις ἔχειν ἁπάντων ἐξουσίαν πωλεῖν παραχωρεῖν ὑποτίθεσθαι μεσιτεύειν μεταδιατάσσειν οἰκονομεῖν ὡς ἐὰν αἱρῆται. μάρτυρες Ἄνυτος Σοκμήνεως ὡς ἐτῶν ἑβδομήκοντα ἐννέα οὐλὴ …ο…ηι… ἀριστερ… καὶ Σοκμῆνις Σαταβοῦτος ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ Πατερμοῦθις Κάστορος ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ ὑπὸ ὀφθαλμὸν δεξιὸν καὶ Σαταβοῦς Ἀγχώφεως ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετώπωι μέσωι ὑπὸ τρίχα καὶ Χαιρήμων Φαῆτος ὡς ἐτῶν πεντήκοντα οὐλὴ μήλωι ἀριστερῶι καὶ Χαιρήμων Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. οἱ ἕξ. Θαῆσις Κάστορος μετὰ κυρίου τοῦ ἀνδρὸς Πακύσιος τοῦ Σοκμήνιος ὁμολογῶ συγκεχωρηκέναι μετὰ τὴν τελευτὴν μου εἶναι τῶν τέκνων μου τοῦ μὲν Σοκμήνιος ἐστρατευμένου καὶ Κάστορος τῶν δύο κοινῶς ἐξ ἴσου τὰ ὑπάρχοντά μοι ἐν Καρανίδι οἰκίδια δύο καὶ αὐλύδρια δύο ὄντα ἀπὸ νότου καὶ βορρᾶ τῆς τοῦ ἀνδρὸς Πακύσεως οἰκίας καὶ αὐλῆς καὶ τὰ ἔπιπλα μου καὶ σκεύη καὶ ἐνδομενίαν καὶ ἐνοφειλόμενά μοι καθ’ ὁνδήποτε οὖν τρόπον, τοῦ δὲ Κάστορος μόνου τὴν ὑπάρχουσάν μου περὶ Κερκεσοῦχα κλήρου ἄρουραν μίαν τέταρτον καὶ τῆς Θερμούθιος ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ τῶν τῆς τετελευτηκυίας μου θυγατρὸς Θατρῆτος τῆς Κάστορος Σωκράτους καὶ Κάστορος καὶ Μελανᾶτος τῶν τριῶν κοινῶς ἐξ ἴσου ἀργυρίου δραχμὰς ἑξήκοντα ἅσπερ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ἀποδώσουσι αὐτοῖς …","prev":{"citation":"SB 30 17456","label":"SB 30 17456","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17456","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17456"},"next":{"citation":"SB 30 17474","label":"SB 3 6745","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17474","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17474"},"credit":{"text":"Documentary Papyri, SB 30. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/sb;30","quality":"proofread"}}