{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"SB 5 7696.3.61-7696.4.88","citation":"Documentary Papyri, SB 5 7696.3.61-7696.4.88","ref":"7696.3.61","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.3.61","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7696.3.61","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.3.61.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"SB 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5","urn":null},"verse":false,"words":354,"text":"ἐπὶ σφραγίδων πεποίηκεν. Ἀπολλωνίδης εἶπεν· αἰεὶ κωμηταὶ παρʼ ἡμῖν προβάλλονται εἰς κοσμητείας, ἐπεὶ κα…τολαι το…σ…φ…ν…ικ…μενως εἰς κοσμητείαν μονὴν …σ…υν…να… Σαβεῖνος ἔπαρχος Αἰγύπτου εἶπεν … ουσιχ… …νγ…ατ… Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· … ἀπεκρίνατο· κ…ν… … πάσας τὰς λειτουργίας …λεω…απαι… νοηθῆναι. Ἀπολλωνίδης εἶπεν· αἰεὶ ἐν Ἀρσινοίτῃ …ν κωμηταὶ φέρουσιν … Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ἀνάγνωθι …σας πρῶτα ει…ει… μη…ωνσ…τας εἰς κοσμητείαν καὶ … Σαβεῖνος ἔπαρχος Αἰγύπτου σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ Ἀπολλωνίδῃ εἶπεν· ἰδιῶται γίγνονται παρʼ ὑμῖν κοσμηταὶ ἢ καὶ βουλευταί; ἀπεκρίνατο ἰδιῶται. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· βούλει … διδόναι; ἀπεκρίνατο· ὁπόταν ἔχῃ εὐπορίαν. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· πόσοι … τῶν Ἀρσινοιτῶν; ἀπεκρίνατο· τριακόσιοι καὶ πρός. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν … πάντες ἐγένοντο κοσμηταὶ οἱ ἐν τῇ πόλει, ἵνʼ οὕτως ἔλθῃς ἐπὶ τοὺς ἐν ταῖς κώμαις; ἀπεκρίνατο· …δε μὴ δεκάπρωτοι ἐγένοντο τῇ περιόδῳ …η παυσαμεν…ητην οἱ δὲ νεώτεροι οἱ λοιποὶ βουλευταὶ ἤδη κοσμηταὶ ἐγένοντο οἱ δὲ ἀγορανόμοι. Σαραπίων ῥήτωρ ἀνέγνω ὑπῆρξαν τὸ ὑποτεταγμένον, οὗ ἀρχή· Ὁνορατιανὸς ἔπαρχος Αἰγύπτου εἶπεν καὶ τῶν νενομοθετημένων ἱκανῶν ὄντων καὶ τὰ ἑξῆς· μετὰ τὴν ἀνάγνωσιν Ἀπολλωνίδης εἶπεν· ὅτε ἦν ἐν εὐπορίᾳ τὰ πράγματα, ἐξέστη οὗτος ὁ πρύτανις καὶ ἄλλος οὐδεὶς τῶν πρυτάνεων ἔμεινε τῶν ἑξῆς. Σέλευκος συνήγορος εἶπεν· προσεκολ…εν καὶ …νομασαντ…ακε…ος τοὺς κ…τάς. ἀναγινώσκω. καὶ ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· …ει…ος εἶπεν· ἀποφανοῦμαι οὖν ἐγὼ καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ὁμολογεῖς μέντοι νόμιμον εἶναι τὸ μετάγεσθαι ἀπὸ τῶν κωμητῶν; ἀπεκρίνατο· οὐκ ἔξεστιν. Ἀπολλωνίδης, ὅτε ταῦτα ἀνεγινώσκετο, προσεφώνησεν ς… σήμερον πρὸς δύο ἡμέρας. Σέλευκος συνήγορος εἶπεν· Σεουήρου τοῦ αὐτοκράτορος νόμον ἀναγινώσκω μὴ δεῖν ἀπὸ τῶν κωμητῶν εἰς τὰς μητροπολιτικὰς ἄγεσθαι λειτουργίας. κληθέντων … Σεουῆρος εἶπεν· εὔλογόν ἐστιν, ὃ ἀξιοῦσιν καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Σαβεῖνος ἔπαρχος Αἰγύπτου Σερήνῳ ῥήτορι, εἶπεν· ἀνάγνωθι καὶ σύ μου νόμον. Σέλευκος συνήγορος εἶπεν· καὶ μετὰ Σεουῆρον πάντες οἱ ἡγούμενοι οὕτως ἀπεφήναντο. Φίλιππος ῥήτωρ εἶπεν· θαυμαστοὶ μὲν οἱ νόμοι καὶ προσκυνητοί, δικάζεις δὲ τηρῶν τῶν ἡγεμόνων τῶν κεκινημένων πρὸς τὰς τῶν πόλεων χρείας, χρεία δὲ πόλεως, εἰς ἣν ὁ νόμος ἰσχὺν ἔχει. διὰ τοῦτο πολλάκις οἱ ἡγεμόνες παρατεθειμένων αὐτοῖς πολλάκις τῶν τοιούτων νόμων ἀπεφήναντο","prev":{"citation":"SB 5 7696.2.32-7696.3.60","label":"7696.2.32 to 7696.3.60","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.2.32","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7696.2.32"},"next":{"citation":"SB 5 7696.4.89-7696.5.118","label":"7696.4.89 to 7696.5.118","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.4.89","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7696.4.89"},"credit":{"text":"Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/sb;5","quality":"proofread"}}