{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Stud.Pal. 20 72rptrpl","citation":"Documentary Papyri, Stud.Pal. 20 72rptrpl","ref":"72rptrpl","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/72rptrpl","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/72rptrpl","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/72rptrpl.md","author":{"name":"Documentary Papyri","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri"},"work":{"title":"Stud.Pal. 20","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20","urn":null},"verse":false,"words":417,"text":"Αὐρήλιος Νίκων ὁ καὶ Ἀνίκητος Εὐδαίμονος βουλευτὴς Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς Αὐρηλίᾳ Σαραπιάδι Τριμώρου μητρὸς Λήδας ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένῃ ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συνεστῶτός σοι Αὐρηλίου Εὐδαίμονος τοῦ καὶ Δίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσάν μοι ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα καὶ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἴσοδον καὶ ἔξοδον ἧς γείτονες νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου καὶ βορρᾶ Σεουηρίνας, λιβὸς Ἑρμοῦ καὶ ὡς χρηματίζει τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀντί τε ὧν ὀφείλω σοι κατὰ διάφορα χειρόγραφα ὧν ἐπὶ μὲν τοῦ ιγ ἔτους θεοῦ Γαλλιηνοῦ μηνὸς Χοιὰκ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων εἰς τὴν διʼ αὐτοῦ ἀπόδοσιν, ἐπὶ δὲ τοῦ α ἔτους Κλαυδίου ὁμοίως κεφαλαίου καὶ τόκου δραχμῶν χιλίων διακοσίων καὶ ἐπὶ τοῦ διεληλυθότος ἔτους καὶ δ ἔτους μηνὸς Ἁθὺρ κεφαλαίου καὶ τόκου δραχμῶν χιλίων πεντακοσίων τῶν ἐπὶ τὸ αὐτὸ ὀφειλομένων δραχμῶν τετράκισχιλίων διακοσίων εἰς περίλυσιν τῶν ὀφειλομένων χειρογράφων ἃ καὶ ἐντεῦθεν ἀνεκομισάμην παρὰ σοῦ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ ὧν νυνὶ προσλαμβάνω εἰς συμπλήρωσιν τῆς ὅλης τιμῆς δραχμῶν τρισχιλίων παλαιοῦ Πτολεμαϊκοῦ νομίσματος ἃς καὶ αὐτόθι ἀπέσχον παρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὴν ὠνουμένην καὶ τοὺς παρὰ σοῦ τὴν τῆς πεπραμένης σοι οἰκίας κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης ἐμοὶ τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς ἁπλῶς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ τὰ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ τρισσὴν ἐξεδόμεν. ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσι· περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ἔτους ε Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου Αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων …νωβ…των μ… Αὐρήλιος Νίκων πέπρακα καὶ ἀπέσχον τὰς τοῦ ἀργυρίου δραχμὰς τρισχιλίας καὶ βεβαιώσω ὡς πρόκειται","prev":{"citation":"Stud.Pal. 20 71","label":"Stud.Pal. 20 71","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/71","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/71"},"next":{"citation":"Stud.Pal. 20 75","label":"Stud.Pal. 20 75","url":"https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/75","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/75"},"credit":{"text":"Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.","license":"CC BY 3.0","licenseUrl":"https://creativecommons.org/licenses/by/3.0/","source":"https://papyri.info/ddbdp/stud.pal;20","quality":"proofread"}}