{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 433","citation":"Ducas, Historia Turcobyzantina 433","ref":"433","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/433","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/433","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/433.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":283,"text":"Ὁ δὲ βασιλεὺς εἰρηναίαν κατάστασιν ποιήσας, καὶ αὐτὸν ἐν Ἀδριανουπόλει πέμψας, ἔστειλε Δημήτριον τὸν Λεοντάριν, ἄνδρα συνετὸν καὶ περὶ τὰ πολεμικὰ εὔστροφον, τοῦ παραλαβεῖν Θεσσαλονίκην. Ὁ δὲ παραλαβών αὐτὴν, καὶ μηνύσας τῷ βασιλεῖ, εἰσάγει τὸν βασιλέα Ἰωάννην ἐντὸς, καὶ δεικνύει τοῦτον βασιλέα πάσης Θετταλίας. Ὁμοίως καὶ ἐν πάσαις ταῖς πόλεσι, καὶ τοῖς πολιχνίοις ἔστειλεν ὁ βασιλεὺς Ῥωμαίους τῶν ἐνδόξων, καὶ παρέλαβον πάντα διώξαντες τοὺς Τούρκους· καὶ ἐν τοῖς Θρᾳκῴοις μέρεσιν εἰρήνη παντοία, καὶ ἀστασίαστος γαλήνη· τὰ δὲ τῆς ἕω ἐν μεγάλῃ ταραχῇ καὶ ἀθρόᾳ μεταβολῇ τῶν ἡγεμόνων ἐν ταῖς ἐπαρχίαις. Ἔαρος τοίνυν ἀρξαμένου, καὶ τοῦ σφοδροῦ χειμῶνος ἐκείνου καὶ κλύδωνος παρελθόντος, ἐγεγόνει λιμὸς ἰσχυρὸς, καὶ λοιμὸς ἐν πάσαις ταῖς ἐπαρχίαις, αἷς οἱ πόδες τῶν Σκυθῶν ἐπάτησαν, καὶ ἐμφύλιοι πόλεμοι. Καταβὰς τοίνυν ὁ Καρμιὰν, δοὺς ὁ Τεμὺρ ἄδειαν, ἔλαβε τὴν πατρικὴν αὐτοῦ ἐπαρχίαν, Ἀλυσὰρ ἐπονομαζόμενος. Ὁμοίως καὶ Σαρχὰν Λυδίαν τὴν πατρικὴν ἐπαρχίαν πρὸς ἑαυτὸν ἐποιήσατο. Ὁ Ὁρχὰν, καὶ οἱ τοῦ Ἀτὴν δύο οἰοὶ Ὁμοὺρ καὶ Ἐσὲς, καὶ αὐτοὶ τὴν Ἰωνίαν πᾶσαν ἐκληρώσαντο. Καὶ ὁ τοῦ Μανταχία Ἐλιὲζ, καὶ αὐτὸς Καρίαν καὶ Λυδίαν ἐπεκτήσατο. Οἱ δὲ καταλειφθέντες ἐν τῇ ἑῴᾳ τοῦ Παγιαζὴτ υἱοί, ὁ μὲν Μεχεμὲτ δθ ἐν Ἀγκύρᾳ ἦν τῆς Γαλατίας, ἐπεὶ οὐκ εἶχε κληρονόμον, ἢ ἐπαρχίαν· ἣν δὲ καὶ ὁ ἀδελφὸς αὐτῶ Μωσῆς μετ´ αὐτὸν ἔτι παιδαρίσκος ὥν. Ὁ δὲ Ἐοές ὁ ἕτερος ἦν πλανώμενος ἔνθεν κἀκεῖθεν, μὴ ἔχων αὐθεντίαν, ὁμοίως καὶ Μουσταφᾶς. Ὅθεν στείλας ὁ Μεχεμὲτ τινὰ τῶν μεγιστάνων τοῦ πατρὸς αὐτοῦ, Τεμηρτὲς ἐπονομαζόμενον, ἐξ Ἀγκύρασρὸς] δά γοντα τότε τὸν Ἐσὲν ἐν τοῖς μέρεσι ἐκείνοις, καὶ συνάψας πόλεμον μετ´ αὐτοῦ ἀπέτεμε τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ Μεχεμὲτ ἦν μεγαλυνόμενος ἐν ΓαλατίᾳἘν δὲ τῷ πρὸς Ἰωνίαν μέρει τοῦ Ἀτὴν ἠγέρθη τις ὄνομα Τζινεὴτ, υἱὸς τοῦ λεγομένου Καρασούπαση, ἀνὴρ γενναῖος, καὶ εἰς τὰ πολεμικὰ","prev":{"citation":"Historia Turcobyzantina 432","label":"432","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/432","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/432"},"next":{"citation":"Historia Turcobyzantina 434","label":"434","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/434","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/434"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}