{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 482","citation":"Ducas, Historia Turcobyzantina 482","ref":"482","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/482","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/482","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/482.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":408,"text":"εἶναι, ἔστησαν κατ´ ἔτος δοῦναι τῷ Σαρχὰν ἀργυρίων λεπτῶν ἀριθμὸν χιλιάδων δεκαπέντε, εἰς ποσότητα ἱσουμένην νομισμάτων πεντακοσίων· καὶ ὰνὰ ἔτος ὁ τυχὼν ἡγεμών τῆς πόλεως ἐξέρχεσθαι, καὶ ἀσπασμὸν ποιεῖν τῷ ῥηθέντι ἀρχηγῷ σὺν δώροις ἀργυρίων χιλιάσι δέκα. Καὶ οὔτω ἐν εἰρήνῃ διάγιν ὁμοῦ Τοῦρκοι τε καὶ Ῥωμαῖοι, μὴ ἔχοντες τὸν τυχβντα πειρασμὸν παρά τινος· ἀλλ´ ἐξέρχεσθαι ἀκωλύτως, καὶ ἐμπορεύεσθαι. Ὁμοίως καὶ οἱ Τοῦρκοι εἰσέρχεσθαι ἀφόβως ἐν τῇ πόλει, καὶ τῶν ἀναγκαίων ἀφθόνως ἀπολαμβάνειν, ὡς φίλοι συνδιάγοντες. Κρατεῖ οὖν ἡ τοιαύτη συμφωνία ἕως σήμερον, ἐγγύς που ἔκτοτε μέχρι νῦν ρπ´ ἔτη τυγχάνοντα. Ἡ δὲ ἡγεμονία τῆς αὐτῆς πόλεως ἔστιν οὕτως. Ἐπεὶ ἡ Γενοῦα δημοκρατικῶς ἄρχεται, καὶ οὐζεὶς δύναται τυραννικῶς ἄρχειν ἐν αὐτῇ, σύνηθές ἑστι κατ´ ἔτος, ἢ καὶ πλείονα καιρὸν, στέλλειν ὀφφικιαλίους εἰς τὰ τῆς ἑῴας μέρη ἐν ταῖς ὑπὸ τὴν Γένουαν πόλεσι, οἷον ἐν νήσῳ Χίῳ, ἐν ταύτῃ τῇ Φωκαίᾳ, ἐν τῷ Γαλατᾷ, ἐν τῇ Ἀμισῷ, ἐν τῇ Ἀμάστριδι, ἐν Καφᾷ. Καὶ τοῦ καιροῦ παρελθόντος τοῦ ὡρισμένου, ἕτερον αὐθις στέλλουσι, καὶ ὁ παλαιὸς ἔξεισι παραχωρῶν τὴν καθέδραν τῷ νέῳ· ὃν καὶ Ποδεστὸν κατὰ τὴν αὐτῶν γλῶτταν καλοῦσιν, ἐξουσιαστὴν εἴποι τις κατὰ Ῥωμαίους. Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις, ἔτι ζῶντος τοῦ Μεχεμὲτ, ἦλθεν ἀπὸ Γενούας Ποδεστὰς εἶς, ὢν τῶν ἐνδοξοτάτων τῆς Γενούας, Ἰωάννης Ἀδοῦρνος ὁνόματι, νέον ἄγαν τὸ ἔτος καὶ παλαιὸν φρόνημα, σὺν Γεωργίου Ἀδούρνου υἱὸς, ὃς καὶ δοὺξ Γενούας ἐχρημάτισεν · ἐν δέκα δὲ ἔτεσι τὴν Ποδεστατίαν ἐγχειρισθεὶς ἐπανῆκεν ἐκ Γενούας εἰς Φώκαιαν. Καὶ δὴ κατὰ τὸ παλαιὸν ἔθος ἐξελθὼν, καὶ μετὰ τοῦ Ἀμηρᾶ Μεχεμέτ ἐντυχὼν, καὶ τελέσας τὴν συνήθη προσκύνησιν · τέλος καὶ τὸ της στυπτηρίας μετάλλου λαβὼν, ὡς κατ´ ἔτος, ἀποδοῦναι εἴκοσι χιλιάδων ἀριθμὸν νομίσματα καθαροῦ χρυσίου, ἐν ἔτεσι δέκα, εἰς τὴν Φώκαιαν ἐπανέστρεψε, μεταλλεύειν ἀρξάμε νος σὺν ἀναλώμασι πλείστοις. Περαιουμένων τοίνων ἐτῶν ἕξ, καὶ τὸ τέλος τοῦ προῤῥηθέντος Ἀμηρᾶ ἔφθασε, καὶ ἡ ἀνάῤῥησις τοῦ προλεχθέντος Μουσταφᾶ ἐγεγόνει. Καὶ ὁ Τζινεὴτ τὴν ἐλπιζομένην αὐτῷ χαίρων εἶδεν ἡμέραν· καὶ ὁ Παγιαζὴτ τὴν ἀπαίσιον αὐτῷ εἰδεν ὥραν, καὶ πάντα, ἃ γέγραφα, γεγόνασι. Τότε ὁ ῥηθεὶς Ἰωάννης Ἀδοῦρνος ἔχων ἀφορμὴν τοῦ ἀφικέσθαι πρὸς τὸν νέον ἀρχηγὸν τὸν Μωρὰτ, καὶ ἰδεῖν καὶ προσκυνῆσαι, καὶ νέα προστάγματα δέξασθαι, καὶ ἀποδοῦναι τὰ ὀφειλόμενα τέλη τῶν ἑξῆς ἐτῶν· εἶχε γὰρ ἐν τοῖς ἔτεσι τούτοις ζημίαν οὐ τὴν τυχοῦσαν, καὶ γὰρ ἐν αὐτοῖς τοῖς χρόνοις ἦν μάχη καρτερὰ ἀνὰ μέσον Γενουϊτῶν καὶ Καταλάνων· καὶ ἐκώλυον τὰς νῆας τῶν Γενουϊτῶν οἱ Καταλάνοι τοῦ μὴ πλέειν ἐν τοῖς μέρεσι Ἰταλίας καὶ Φραγγίας, Ἰαπανίας τε καὶ Ἰγγλίνων, καὶ ἡ στυπτηρία ἣν ἀργὴ καὶ ἀμετακίνητος· καὶ ὁ Αδοῦρνος εἰς πάμπολυ","prev":{"citation":"Historia Turcobyzantina 481","label":"481","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/481","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/481"},"next":{"citation":"Historia Turcobyzantina 483","label":"483","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/483","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/483"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}