{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 488","citation":"Ducas, Historia Turcobyzantina 488","ref":"488","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/488","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/488","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/488.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":397,"text":"ἀυωτισθέντος, ἢ συνιέντος, Τὰ δὲ βαρέα σκεύη καὶ ἄνσβάστακτα ἅπαντα εἴασαν· ὁμοίως καὶ ἵππους, καὶ καμήλους, καὶ ἡμιόνους, καὶ πᾶσαν ἄλλην Κπαρασκευήν. Δι´ ὅλης δὲ νυκτὸς διελθόντες καὶ ἀναβάντες ὄρη τε καὶ κάμπους, ἕως πρωῒ ἔφθασαν τὰ ὅρια ἐγγύς που γῆς Λυδίας ἐν τοῖς μέρεσι τοῖς πρὸς τὰ Χλιερὰ καὶ Θυάτιρα, ὁδεύσαντες ἡμερῶν δύο ὁδόν τῇ νυκτὶ ἐκείνῃ. Καὶ πρὸς ὥραν τρίτην τῆς ἡμέρας περάσαντες τὸν Ἔρμονα ποταμὸν, ἔως ἑσπέρας ἤλθασιν εἰς Σμύρνην, μὴ ἐμποδισθέα. τες παρὰ τινῶν τὸ σύνολον· πλὴν ἐν τῇ ὄχθῃ τοῦ Ἕρμωνος ποταμοῦ βουληθέντες διαβῆναι, τινές τῶν ἐκεῖ Τοῦρκοι ἐκώλυον τὴν διάβασιν, λογιζόμενοι ἐκ τῶν τοῦ Μουσταφᾶ εἶναι, Καὶ γὰρ ἅπασα ἡ Ἀσία ἐταράχθη ἐπὶ τῇ πρὸς τὰ ἕω πεζείᾳ τοῦ Μουσταφᾶ Ὁ Τζιναήτης στραφεὶς· καὶ καταδιώξας αὐτοὺς, τοὺς μὲν ξίφει κατέσφαξε, τοὺς δὲ βέλεσι κατατρώσας, αὐτὸς ἀφόβως τὴν ὁδὸν ἤνυε. Οἱ δὲ Σμυρναῖοι ὁρῶντες τὴν φάλαγγα, καὶ διαπορούμενοι τίνος ἐστὶ, καὶ τίς ὁ ταύτης ἀρχηγὸς, ὡς ἔμαθον ὅτι ὁ Τζινεήτ ἐστιν, ἅπαντες σὺν γυναιξὶ καὶ τέκνοις ἔθεον ἐπὶ τῇ θέᾳ τοῦ Τζινεήτ. Ἢν γὰρ Σμυρναῖος γέννημα, καὶ θρέμμα, καὶ συνανάτροφος πάντὸων Μαθὼν δὲ παρὰ´ αὐτῶν ὡς ὁ Μουσταφᾶς τοῦ Ἀτὴν ἐν Ἐφέσῳ καὶ Θυρέοις διάγει, αὐτὸς πρὸς τὰ ἐνδότερα, ὅπου εἰσὶ τὰ Βρύελα καὶ αἱ Ἐρυθραὶ, Κλαζομεναί τε καὶ ἄλλα χωρία, εἰσῆλθεν· οἱ δὲ τῶν ὀρέων ἐκείνων γειτνιάζοντες Τοῦρκοι ἅπαντές «ἰσι μαχιμώτατοι, καὶ λίαν πολεμικοὶ, καὶ φίλοι πάτριοι τοῦ Τζιναήτ. Συναθροίσας δὲ ἐξ αὐτῶν ὡς δισχιλίους, καὶ ἐκ τῶν δρυμώνων δόρατα κατασκευάσας, καὶ χαλκεύσας λόγχας διασυντόμως, κακοσφύρους καὶ ἀνίσους ἐν ἑβδομάδι μιᾷ ἐποίησε, καὶ τοξότας, καὶ πελεκυφόρους, καὶ δορυφόρους ἐπέκεινα τῶν δισχιλίων. Ὁ δὲ ΜΙουσταφᾶς μαθὼν τὴν ἄφιξιν τοῦ Τζινεήτ, καὶ σωρεύσας πλῆυος στρατοῦ, ἐξῆλθεν ἐκ τῆς Ἐφέσου, καὶ πρὸς τὴν Σμύρνην ἀφίκετο ἀπαντήσων αὐτῷ. Αὐτὸς δὲ μαθὼν, ἀπῄει ἀπαντήσων. Καὶ δὴ συναντηθέντες ἀλλήλοις ἐν ἑνὶ τόπῳ ὃ καλεῖται Μεσαύλιον, καὶ τὰς παρατάξεις ἑκατέρων τῶν μερῶν ὡς δυνατὸν ἑτοιμάσαντες, ἦν γὰρ ὁ τόπος ἑλῶδες, καὶ πολύξυλος, τὸ ἐνυάλιον ἤχησε τοῦ Μουσταφᾶ. Ὁ γὰρ Τζινεὴτ οὔτε σάλπιγγα οὔτε τι ἄλλο τῶν συνήθων ἐκέκτητο. Συμμίξαντες οὖν ἄμφω τὰ «ισρατεύματα, ὁ Τζινεὴτ, ὡς ἀετὸς ἐν μέσῳ στρουθίων, εἰσελθὼν, καὶ διασκεδάσας ἐν τῷ μέσῳ τῶν δένδρων, ἐντυχών αὐτῷ που τῷ Μουσταφᾶ βάλλει κατὰ κεφαλῆς διὰ σιδηρᾶς ῥάβδου, καὶ μὴ φέρων τὴν πληγὴν ὁ δύστηνος, πίπτει πρηνὴς ἀπὸ τοῦ ἵππου, καὶ ἐξέπνευσεν. Τότε πάντες οἱ τοῦ Μουσταφᾶ προσελθόντες ἠσπάζοντο τὸν Τζινεὴτ, καὶ ὡς ἡγεμόνα εὐφήμουν. Καὶ δὴ παρευθὺς σὺν μεγάλῃ θορυφορίᾳ πρὸς τὴν Ἔφεσον ἤλαυνον, κἀκεῖ αὐτὸν","prev":{"citation":"Historia Turcobyzantina 487","label":"487","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/487","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/487"},"next":{"citation":"Historia Turcobyzantina 489","label":"489","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/489","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/489"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}