{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 528","citation":"Ducas, Historia Turcobyzantina 528","ref":"528","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/528","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/528","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/528.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":405,"text":"κατασκευὴν κάστρου ἐν τῷ στομίῳ τοῦ ἱεροῦ ὑπεράνω τῆς πόλεως. Τότε οἱ Ῥωμαῖοι ἀκούσαντες τὴν πικρὰν ταύτην ἀγγελίαν, καὶ οἱ ἐν Κωνσταντίνου, καὶ οἱ ἐν πάσῃ τῇ Ἀσία τε, καὶ Θρᾷκῃ, καὶ οἱ ἐν ταῖς νήσοις οἰκοῦντες Χριστιανοὶ ὑπερήλγησαν, ἐξηράνθησαν, οὐκ ἦν ἐν ἀλλήλοις γλῶσσα ἢ διαλαλιὰ πλήν· Νῦν τὸ τέλος ἤγγισε τῆς πόλεως· νῦν τὰ σήίπντρα τῆς φθορὰς τοῦ ἡμετέρου γένους· νὺν αἱ ἡμέραι τοῦ Ἀντιχρίστου. Καὶ τί γένωμεν, ἢ τί ποιήσομεν; Ἀρθήτω ἀφ´ ἡμῶν ἡ ζωὴ ἡμῶν Κύριε, καὶ μὴ ἴδωσιν οἰ ὀφθαλμοὶ τῶν δούλων σου τὴν φθορὰν τῆς πόλεως, μηδὲ εἴπωσιν οἱ ἐχθροί σου, δέσποτα, Ποῦ εἰσιν οἱ φυλάσσοντες ταύτην ἄγιοι; Ταύτην γὰρ τὴν φωνὴν σὺν κλαυθμῷ οὐ μόνον οἱ τῆς πόλεως, ἀλλὰ καὶ οἱ τῆς Ἀνα. τολῆς σποράδην οἰκοῦντες Χριστιανοί, καὶ οἱ ἐν ταῖς νήσοις, καὶ οἱ ἐν τῇ Δύσει τὸ αὐτὸ μετὰ κλαυθμοῦ ἐβόων. Ὁ δὲ Μεχεμέτ, ἤδη τοῦ ἔαρος ἀρξαμένου, ἔστειλεν ἁπανταχοῦ τοὺς τεχνίτας καὶ τοὺς ἐργάτας συνάγων. Ὁ βασιλεὺς δὲ στείλας ἐν Ἀδριανουπόλει πρέσβεις, οὐχ ὅτι ζητῆσαί τι τῶν ὡν ἠβούλετο. οὐδὲ διπλασιάσαι τὴν πρόσοδον, ἀλλ´ εἶπον αὐτῷ· Ἢμεῖς ἤδη τὴν σήμερον ἔτος ἐστί του ἑκατοστὸν καὶ ἐπέκεινα, ἀφ´ οὖτὴν Ἀδριανούπολιν ὁ σὸς πάππος Μωρὰτ ὁ τοῦ Ὁρχὰν υἱὸς ἔΖαβε· καὶ ἔκτοτε συνθήκας ποιήσαντες οἱ ἐκ τοῦ γένους αὐτοῦ καταγόμενοι μέχρι σοῦ, οὐδεὶς ἐμελέτησε πύργ ον ἢ καλύβην πῆξαι ἐν τῇ αὐλῇ τῆς πόλεως. Εἰ γὸρ καὶ αἰτία τις εὑρίσκετο, καὶ μάχην ἀμφότεροι συνίστων, ἀλλὰ δι´ ἄλλης σιμβιράσεως τὰ τῆς εἰρήνης ἐπράττοντο. Ὁ γὰρ σὸς πάππος ὁ Μεχεμέτ, βουληθεὶς ἑν τῇ πρὸς νατολὴν κειμένῃ τοῦπορθμοῦ γῇ κτίσαι φρούριον, παρακλητικῶς, καὶ ὀς υίὸς πρὸς πατέρα, τὴν αἴτησιν οὐ μικρὰν ὁ Μεχεμέτ πρὸς τὸν βασλέα Μανουὴλ ἐποίησεν. Ὅὸεν καὶ κατένευσεν ἐπὶ σκοπῷ, ὅτι ἐν τῇ Ἀνατολῇ ᾠκοδόμητο τὸ ἔργον. Καὶ ἡ Ἀνατολὴ πᾶσα πρὸ χρόνων πολλῶν ν αὐτοῖς προσῳκειωλένη. Χὸ δὲ σὺ τὴν νυν καλῶς ἐχόντων πάντων σὺν σοί, ὁρῶμεν ἀσφαλῶς ὅτι μέλλεις τὴν θάλασσαν τὴν Ποντικὴν ἄβατον. ποιῆσαι τοῖς Φράγκοις, καὶ τὴν πόλιν ἱιμοκτο. νῆσαι, καὶ τὰς εἰσόδους τῶν ἐν αὐτῇ τελουμένων κομμερκίων κωλῦσαι· δεόμεθα οὖν, ταύτην τὴν ἄουλὴν ἀπόκοψον, καὶ ἐσόμεθα φίλοι σου χρηστοὶ καθὰ καὶ σὺν τῷ πλτρέ σου τῷ χρηστῷ ἡγεμόνι· εἰ βούλει καὶ τέλος διδόναι, δώσομεν Ὁ δὲ Μεχεμὲτ ἀπεκρίνατο· Ἐγὸ ἐκ τῆς πόλεως οὐ λαμβάνω τι, ἐκτὸς τῆς τάφρου οὑκ ἔχει, οὔτε κέκτηταί τι. Καὶ γὰρ εἰ ἤθελον κτίσαι ἐν τῷ ἱερῷ στομίῳ φρούριον, οὐκ εἶχε δίκαιον τοῦ κωΔύειν με. Πάντα γὰρ ὑπὸ τὴν ἐμὴν ἐξουσίαν εἰσὶ, καὶ τὰ πρὸς Ἀνατολὴν κείμενα τοῦ στομίου","prev":{"citation":"Historia Turcobyzantina 527","label":"527","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/527","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/527"},"next":{"citation":"Historia Turcobyzantina 529","label":"529","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/529","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/529"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}