{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 562","citation":"Ducas, Historia Turcobyzantina 562","ref":"562","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/562","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/562","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/562.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":439,"text":"Οἱ δὲ Τοῦρκοι ἅπαντες εἰσελθόντες ἐν τῇ πόλει, καὶ αὐτοὶ οἱ βόσκοντες τὰς ἡμιόνους, καὶ οἱ μάνει. ροι πάντες ἐξαντλοῦντες ἔφερον. Ὁ δὲ Ἰωάννης ὁ Ἰουστινιανὸς, ὄν φθάσας ὁ λόγος ἔπεμψεν ἐν τῇ νηῖ, τοῦ θεραπευθῆναι τὴν πληγὴν ἡν ὑπέστη, κατευθὺς ὄντος αὐτοῦ ἐν τῷ λιμένι, τινές τῶν αὐτοῦ φεύγοντες ἔδραμον λέγοντες, πῶς οἱ Τοῦρκοι εἰσίασιν ὲν τῇ πόλει, καὶ ὁ βασιλεὺς ἐσφάγη. Ἀκούσας τὸν πικρότατον καὶ δριμὺν λόγον οὐν, προστάττει τοὺς κήρυκας διὰ σαλπίγγων ἀνακαλεῖν τοὺς αὐτοῦ ὑπασπιστὰς καὶ συμπλώτας. Ὁμοίως καὶ αἱ λοιπαὶ νῆες ἑτοιμάζοντο. Ἢσαν γὰρ αἱ πλεῖσται ἀποβαλλόμεναι τοὺς ναυάρχους αὐτῶν αἰχμαλωτισθέν τας. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν ἐν τῇ παραθαλασαίᾳ τοῦ λιμένος, ἄνδρας, γυναῖκας, μοναστρίας, μονάζοντας βοώσας οἰκτρῶς, καὶ τύπτουσαι τὰ στήθη ἐδέοντο τοὺς ἐν ταῖς ναυσὶ τοῦ ἀντιλαβέσθαι αὐτῶν. Ἀλλ´ οὐκ ἦν δυνατόν· ἅπαξ ἐπροορίσθη τοῦ πιεῖν τὸ ποτήριον τὸ πλῆρες τῆς ὁργῆς Κυρίου. Εἰ γὰρ καὶ νῆες ἐβούλοντο, ἀλλ´ οὐκ ἠδύναντο· καὶ γὰρ εἰ καὶ μὴ ἠσχολοῦντο τὰ πλοῖα τοῦ τυράννου ἐν τῆ πραίδᾳ καὶ τῷ σκυλμῷ τῆς πόλεως, οὐκ ἂν ἀφέθη μία καὶ μόνον· ἀλλ´ οἱ Τοῦρκοι ἀφέντες τὰ πλοῖα πάντες ἔνδον ἦσαν, καὶ οἱ Λατῖνοι ἄδειαν εὐρόντες ἐξήρχοντο τοῦ λιμένος. . Ὁ δὲ τύραννος ἔτριζε μὲν τοὺς ὀδόντας, ἀλλ´ οὐκ ἠδύνατο πλέον τι πρᾶξαι, καὶ ἄκων ἐκαρτέρει. Οἱ δὲ τοῦ Γαλατᾶ ἰδόντες ταύτην τὴν ἀνήκεστον συμφορὰν, καὶ σὺν γυναιξὶ καὶ τέκνοις ἔτρεχον ἐν τῷ αἰγιαλῷ, περισκοποῦντες τὰς βάλκας. Καὶ ὅπου ἔτυχον ἀκατίου εἰσερχόμενοι ἐν ταῖς ναυσὶν εἰσέδυον, ἀφέντες καὶ πράγματα καὶ οἰκίας. Ἢσαν δὲ πολλοὶ οἵτινες ἀπὸ τῆς βίας καὶ τοὺς θησαυροὺς αὐτῶν τῷ βυθῷ παρέπεμψαν, καὶ ἄλλας δεινὰς ζημίας ὑπέστησαν. Εἰς τῶν τοῦ τυράννου μεσάζων, ὡς καὶ ἠγαπᾶτο τότε παρὰ τοῦ Μεχεμὲτ, αὐτὸς γὰρ ἦν ὁ συγκροτήσας τῷ τυράννῳ τὴν μάχην γενέσθαι, δραμὼν ἐν τοῖς τοῦ Γαλατᾶ μέρεσι, Ζάγανος αὐτῷ τὸ ὄνομα, ἐβόα· Μὴ φεύγετε, καὶ κατώμνυε τὴν κεφαλὴν τοῦ τυράνοου ὁρκῶν, ὅτι Μὴ φοβεῖσθε· ὑμεῖς γὰρ τοῦ ἡγεμόνος ἐστὲ φίλοι, καὶ ἕξετε τὴν πόλιν ὑμῶν ἀνεπηρέαστον ἀπὸ παντὸς ἀνθρώπου, καὶ τὰς συνθήκας, ἀς εἴχετε μετὰ τοῦ βασιλέως, καὶ μεθ´ ἡμῶν κρειττόνως ἕξετε, καὶ ἄλλο μὴ φροντιεῖτε. Ἰνα μὴ εἰς ὀργὴν κινήσητε τὸν ἡγεμόνα Ταῦτα ὁ Ζάγανος εἰπὼν, ἐκώλυσε τοὺς Φράγκους τοῦ Ταλατᾷ μὴ ἀναχωρῆσαι. Πλὴν ὅσοι ἐδυνήθησαν φεύγειν ἔφυγον. Τότε συμβουλευθέντες οἱ λοιποὶ, ἔλαβον τὰς κλεῖς τοῦ κάστρου σὺν τῷ ποδεστάτῳ αὐτῶν, καὶ ἀπῆλθον προσκυνήσοντες τῷ τυράννῳ· καὶ προσκυνήσαντες, καὶ δόντες τὰς κλεῖς, αὐτὸς περιχαρῶς ἔλαβε, καὶ τούτους σὺν ἱλαροῖς λόγοις καὶ βλέμματι ἔπεμψεν. Λἰ δὲ νῆες τὰ ἱστία πτερώσαντες πέντε μόνον αἱ μεγάλαι, αἱ δὲ ἄλλαι οὐκ ἠδυνήθησαν ἐξελθεῖν, ἦσαν γὰρ νῆες ἀπολειφθεῖσαι, καὶ οἱ ναύαρχοι αὐτῶν φυγόντες σὺν ταῖς ἄλλαις ἐσώζοντο. Καὶ νῆες φυγοῦσαι, καὶ τοὺς ναυάρχους αἰχμαλώτους καταλεποῦσαι τὴν σωτηρίαν ἐπρανματεύσαντο. Ἐξελθοῦσαιοῦν ἐκ τοῦ λιμένος, καὶ","prev":{"citation":"Historia Turcobyzantina 561","label":"561","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/561","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/561"},"next":{"citation":"Historia Turcobyzantina 563","label":"563","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/563","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/563"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}