{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Historia Turcobyzantina 583","citation":"Ducas, Historia Turcobyzantina 583","ref":"583","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/583","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/583","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/583.md","author":{"name":"Ducas","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas"},"work":{"title":"Historia Turcobyzantina","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina","urn":"urn:cts:greekLit:tlg3146.tlg001"},"verse":false,"words":399,"text":"ἀποδώσουσιν· τὰ δὲ ὅρια τῆς δουλείας ἀπὸ τοῦ ποταμοῦ Περγάμου ἄχρι Ἀσσουπόλεως, ἢ νῦν καλεῖται Μαχράμιον. Εἰσελθοῦσα ἡ διήρης ἐν τῷ λιμένι, ἐξέθορε, καὶ ἕτερον ἄρμενον, καὶ ἰδόντες τὰ ἱστία εὐρύχωρα, καὶ κοκκινοβαφῆ, ὑπέλαβον τὸν στρατηγὸν εἶναι καὶ ἐχάρησαν. Εἰσελθὼν δὲ ἐν τῷ λιμένι, καὶ τένταν πήξαντες ἐν τῇ ξηρᾷ, ἐξῆλθε καὶ ἀνεπαύσατο ἐκ τοῦ πολλοῦ σάλου καὶ κλύδωνος. Ὁ δὲ ἀδελφὸς τοῦ ἡγεμόνος σὺρ Νικόλαος Γατελοῦζος ποιήσας δοχὴν μεγάλην, κατῆλθεν ἀπὸ ταῦ κάστρου εἰς τὴν σκηνὴν. καὶ μικρὸν καθίσας ἐπανῆλθε. Τότε ὁ τοῦ δολίου ἀλάστορος μαθητὴς ὀργισθεὶς, δόλον ῥάπτει κατ´ αὐτοῦ λέγων, ὅτι Ἡ διήρης ἡν ἐγὼ καταδιώξας ἤλαυνον ἔως ὡδε ἐχμὴ ὑπάρχει, αὐτ τε καὶ τὰ ἐν αὐτῇ (ὑπῆρχε γοῦν ἐντὸς ἐν αὐτῇ μία τῶν γυναικῶν ἐκ τῶν ἀρχόντων τῆς Χίου ἡ ἐνδοξοτέρα, ἔχουσα μεθ´ αὐτῆς κόσμον πολὺν χρυσοῦ τε, καὶ ἀργύρου). Εἰ οὖν τοῦ ἐμοῦ κυρίου φίλοι ἐστε, ἀπόδοτε ταύτην ἐμοί· εἰ δέ μή γε, τῇ ὥρᾳ ταύτῃ γράφω ταῦτα τῷ μεγάλῳ Ἀμηρᾷ. Οἱ δὲ ἀπεκρίναντο, ὅτι Οὐκ οἴδαμεν ὃ έγεις· καὶ γὸρ δι´ ἑτέρας ἡμετέρας κιείας ἐστάλθη ἡ διήρης ἀφ´ ἡμων ἐν Χίῳ. Τὴν δ εὐγενίδα, ἣν συ ἱέγεις, κρὸ πολλοῦ ἐστν ὧδε. Ἦν γὰρ πενθερὰ τοῦ ἡγεμόνος, καὶ ὅτε ἔμελλεν ἐξελθεῖν, μετεκαλέσατο ταύτην τοῦ συνδιάγειν μετὰ τῆς κυρίας καὶ θυγατρὶ ς αὐτῆς· καὶ γὰρ οὔτως ἔχει καὶ ἡ ἀλήθεια. Ὁ δὲ στρατηγὸς ἀκούσας ταῦτα, καὶ μὴ πιστεύσας γράφει πρὸς τὸν Ἀμηρᾷν ἃ ἐβούλετο· καὶ ἀπάρας ἐκεῖθεν εἰς Φώκαιαν ἔρχεται τὴν ἐπονομαζομένην νέαν. καὶ στέλλει πρὸς τοὺς ἄρχοντας, καὶ πρὸς τὸν ποδεστάτον τῆς χώρας μήνυμα τοῦ ἐξελθεῖν, καὶ συνευρεθῆναι σὺν ἐκείνῳ. Ἐκεῖνοι δὲ καὶ πρὸ τοῦ ἐλθεῖν τὸ μήνυμα ἐξήλθασι, καὶ συνευρέθησαν. Ὁ δὲ στρατηγὸς δείξας αὐτοῖς καὶ ἀναγνοὺς τὸ πρόσταγμα τοῦ τυράννου, καὶ γὰρ ἦν γεγραμμένον ἐὰν οἰκειοθελῶς μὴ δώσωσι τὸ πολίχνιον, πάντας ἄρδην αἰχμαλωτίσωσι, καὶ τὴν πολιν κατασκάψωσιν. Οἱ δὲ τῆς πόλεως ἄνευ λόγου ἢ ἀποκρίσεως προδόντες τὴν χώραν ἐντὸς εἰσῄεσαν. Καὶ τοὺς μὲν ἐμπόρους τῶν Γενουϊτῶν τοὺς εὑρεθέντας ἐκεῖ τὰς πραγματείας ἀφεῖλον, αὐτοὺς δὲ ἐν ταῖς τριήρεσιν ἔβαλον. Τοὺς δὲ πολίτας ἅπαντας καταγράψας, καὶ τοὺς παῖδας, καὶ παιδίσκας ἐγγύς Κπου ἑκατὸν ἀφελὼν, καὶ φύλακα τῷ πολιχνίῳ ἕνα τῶν Τούρκων ἐγκαταστήσας, καὶ πεντεκαίδεκα ἡμέρας τελέσας ἐκεῖ, ἐξήλθασιν αἱ τριήρεις τῆ πεντεκαιδεκάτῃ τοῦ Νοεμβρίου μηνὸς ϛῆξς´ ἔτους. Δθάσασαι δὲ αἱ τριήρεις ἐν Καλλιουπόλει, καὶ μαθὼν ὁ στρατηγὸς, ὅτι ὁ ἡγεμὼν ἐν Κωνσταντινουπόλει διάγει, καὶ αὐτὸς ἱππεύσας, καὶ τοὺς αἰχμαλώτους σὺν τοῖς παισὶ λαβών ᾤχετο. Ὁ δὲ ἡγεμών ἰδὼν τοὺς ἐμπόρους, καὶ μαθὼν αὐτοὺς Γενοῦττας","prev":{"citation":"Historia Turcobyzantina 582","label":"582","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/582","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/582"},"next":{"citation":"Historia Turcobyzantina 584","label":"584","url":"https://interlinea.aeterna-institute.org/library/greek/ducas/historia-turcobyzantina/584","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ducas/historia-turcobyzantina/584"},"credit":{"text":"Ducas, Historia Turcobyzantina. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003685","quality":"ocr"}}