{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 30","citation":"Duris Samius, Fragmenta 30","ref":"30","level":null,"urn":"urn:cts:greekLit:tlg1339.tlg005:30","url":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/30","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/duris-samius/fragmenta/30","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/30.md","author":{"name":"Duris Samius","url":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta","urn":"urn:cts:greekLit:tlg1339.tlg005"},"verse":false,"words":240,"text":"Ὁ μὲν οὖν Δημοχάρης (fr. 3) τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων (in Demetrium Poliorc.) κολακείας· Δοῦρις δ ̓ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον· Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν. Ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημέτριον ἅμα παρῆγ ̓ ὁ καιρός. Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ ̓ ἵνα ποιήσῃ, ὁ δ ̓ ἱλαρὸς, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνὸν, ὅθι φαίνεθ ̓, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ ̓ αὐτὸς, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ ̓ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἰσὶν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν· σὲ δὲ παρόνθ ̓ ὁρῶμεν, οὐ ξύλινον, οὐδὲ λίθινον, ἀλλ ̓ ἀληθινόν. Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. Τὴν δ ̓ οὐχὶ Θηβῶν, ἀλλ ̓ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιὰ, τὰ σώμαθ ̓ ἡμῶν πάντ ̓ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι, (Αἰτωλικὸν γὰρ, ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω·) μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μὴ, Οἰδίπουν τιν ̓ εὑρὲ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ, ἢ σπίνον ποιήσει. Ταῦτ ̓ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατ ̓ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες.","prev":{"citation":"Fragmenta 28-29","label":"28 to 29","url":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/28","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/duris-samius/fragmenta/28"},"next":{"citation":"Fragmenta 31","label":"Dfhg-Source dfhg2_DURIS_SAMIUS","url":"https://interlinea.aeterna-institute.org/library/greek/duris-samius/fragmenta/31","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/duris-samius/fragmenta/31"},"credit":{"text":"DURIS SAMIUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1339.tlg005.local002/","quality":"proofread"}}