{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"empedocles_diels_ppf 91.1","citation":"Empedocles, empedocles_diels_ppf 91.1","ref":"91.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/91.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/91.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/91.1.md","author":{"name":"Empedocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles"},"work":{"title":"empedocles_diels_ppf","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf","urn":"urn:cts:greekLit:tlg1342.tlg001"},"verse":false,"words":312,"text":"μὴ εἶναι ἀξιόπιστον. ὁ δὲ Θεόφραστος Παρμενίδου φησὶ ζηλωτὴν αὐτὸν γενέσθαι καὶ μιμητὴν ἐν τοῖς ποιήμασι· καὶ γὰρ ἐκεῖνον ἐν ἐπεσι τὸν περὶ φύσεως ἐξενεχέιν λόγον. Ἐμπίππος [FHG III 56 42 fr. 27] δὲ οὐ Παρμενίδου, Ξενοφάνους δὲ γεγονέναι ζηλωτήν, ὅτι καὶ συνδιατρίψαι καὶ μιμήσασθαι τὴν ἐποποιίαν· ὕστερον δὲ τοῖς Πυθαγορικοῖς ἐντυχέιν. Ἀλκιδάμας δ᾽ ἐν τῷ Φυσικῷ [OA II 156ᵇ⁶ Sauppe] φησι κατὰ τοὺς αὐτοὺς χρόνους Ζήνωνα καὶ Ἐμπεδοκλέα ἀκοῦσαι Παρμενίδου, εἴθ᾽ ὕστερον ἀποχωρήσαι, καὶ τὸν μὲν Ζήνωνα κατ᾽ ἰδίαν φιλοσοφῆσαι, τὸν δὲ Ἀναξαγόρον διακοῦσαι καὶ Πυθαγόρον· καὶ τοῦ μὲν τὴν σμύνην ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴν φυσιολογίαν. Ἀριστοτέλης δὲ ἐν τοῖς Σοφιστῇ [fr. 65] φησι πρῶτον Ἐμπεδοκλέα ῥητορικὴν εὑρεῖν, Ζήνωνα δὲ διαλεκτικήν. ἐν δὲ τῷ Περὶ ποιητῶν [fr. 70] φησιν ὅτι καὶ Ὀμηρικὸς ὁ Ἐμπεδοκλῆς καὶ δεινὸς περὶ τὴν φράσιν γέγονεν, μεταφορητικός τε ὢν καὶ τοῖς ἄλλοις τοῖς περὶ ποιητικὴν ἐπιτευγμασι χρώμενος· καὶ διότι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα τὴν τε Ἑξῆς διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα, ταῦθ᾽ ὕστερον κατέκαυσεν ἀδελφὴ τις αὐτοῦ (ἢ θυγάτηρ, ὡς φησιν Ἰερώνυμος [fr. 24 Hiller]) τὸ μὲν προοίμιον ἀκούσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελῆ εἶναι. χαθόλου δὲ φησι καὶ τραγωιδίας αὐτὸν γράψαι καὶ πολιτικούς· Ἡρακλείδης δὲ ὁ τοῦ Σαραπίωνος ἕτερον φησιν εἶναι τὰς τραγωιδίας. Ἰερώνυμος δὲ τρισὶ καὶ τετταράκοντα φησιν ἐντετυχηκέναι, Νεάνθης [FHG III 6 fr. 21] δὲ νέον ὄντα γεγραφέναι τὰς τραγωιδίας καὶ αὐτῶν ἑπτὰ ἐντετυχηκέναι. φησὶ δὲ Σάτυρος ἐν τοῖς Βίοις [FHG III 162 fr. 12] ὅτι καὶ ἰατρὸς ἦν καὶ ὧτω ἀριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητήν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ καὶ τέχνῃ ἀπολελοιπότα· ὃν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς [FHG I 447 fr. 88] ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιώσαι. τούτων φησιν ὁ Σάτυρος λέγειν, ὡς αὐτὸς παρέλη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτο τε καὶ ἄλλα πλεῖω, ὅν φησι· ἄρματα — ἀνδρῶς [fr. 111]. φησὶ δὲ καὶ Τίμαιος","prev":{"citation":"empedocles_diels_ppf 90.1","label":"90.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/90.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/90.1"},"next":{"citation":"empedocles_diels_ppf 92.1","label":"92.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/92.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/92.1"},"credit":{"text":"Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001199","quality":"ocr"}}