{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"empedocles_diels_ppf 94.34","citation":"Empedocles, empedocles_diels_ppf 94.34","ref":"94.34","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/94.34","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/94.34","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/94.34.md","author":{"name":"Empedocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles"},"work":{"title":"empedocles_diels_ppf","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf","urn":"urn:cts:greekLit:tlg1342.tlg001"},"verse":false,"words":330,"text":"νυκτὸς φωτὸς ἐπακούσαι ὑπερμεγέθους F 18 ἐκώλυε Reiske: ἐκώλυσεν λοιμοῦ διὰ τὰς ἀπὸ τοῦ παρακειμένου ποταμοῦ δυσωδίας, ὥστε καὶ αὐτοὺς φθείρεσθαι καὶ τὰς γυναῖκας δυστοκεῖν, ἐπινοῆσαι τὸν Ἐμπεδοκλέα καὶ δύο τινὰς ποταμοὺς τῶν σύνεγγυς ἐπαγαγεῖν ἰδίαις δαπάναις· καὶ καταμιζῶντα γλυκῦναι τὰ ρέματα. οὕτω δὴ λήξαντος τοῦ λοιμοῦ καὶ τῶν Σελινουντιῶν εὐχουμένων ποτὲ παρὰ τῷ ποταμῷ, ἐπιγνῶναι τὸν Ἐμπεδοκλέα· τοὺς δ’ ἐξαναστάντας προσκυνεῖν καὶ προσεύχεσθαι καθάπερ θεῷ. ταύτην οὖν θέλοντα βεβαιῶσαι τὴν διάληψιν εἰς τὸ πῦρ ἐναλέσθαι. τούτους 71 δ’ ἐναντιοῦται Τίμαιος [FHG I 218 fr. 98] οὕτως λέγων ὡς ἐξῆλθεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν· θεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ ἰδ’. Συρακοσίων τε γὰρ εἶναι τὸν Πεισιάνакτα καὶ ἄγρόν οὐκ ἔχειν ἐν Ἀκράγαντι· Παυσανίαν τε μνημεῖον πεποιηχέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλματίων τι ἢ σκηνὸν οἷα θεοῦ· καὶ γὰρ πλούσιον εἶναι. ‘πῶς οὖν, φησίν, εἰς τοὺς κρατῆρας ἦλato ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι· 72 μηδὲ γὰρ ἄλλων πολλῶν.’ τοιαῦτα τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· 20 ‘ἀλλὰ διὰ παντὸς ἐστιν Ἡρακλείδης τοιούτος παραδοξολόγος, καὶ ἐκ τῆς σελήνης πεπτωχέναι ἄνθρωπον λέγων.’ Ἱππόβοτος δὲ φησὶν ὅτι ἀνδρίας ἐγκεχαλμμένος Ἐμπεδοκλέους ἔκειτο πρότερον μὲν ἐν Ἀκράγαντι, ὕστερον δὲ πρὸ τοῦ Ῥωμαίων βουλευτηρίου ἀχάλυρος δηλονότι μεταθέντων αὐτὸν ἐκεῖ Ῥωμαίων. γράπται μὲν γὰρ εἰκόνες καὶ νῦν περιφέρονται. Νεάνης δ’ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησὶ [FHG III 6 fr. 22] Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑπογίνειν· εἶτα τὸν Ἐμπεδοκλέα πείσαι τοὺς Ἀκραγαντίνους παῦσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἀσχεῖν. ἐπὶ τε πολλάς τῶν πολιτῶν ἀπροίχους ὑπαρχούσας 73 αὐτὸν προίχισαι διὰ τὸν παρόντα πλοῦτον· διὸ δὴ πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρίνος ἐν Ἀπομνημονεύμασιν, ἐπὶ τ’ ἐμβάτας χαλκὰς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι· καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ’ ἑνὸς σχήματος ἦν. τοιούτος δὴ προῆμεν, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιωσάντων οἴονεὶ βασιλείας τινὸς παράσημον.","prev":{"citation":"empedocles_diels_ppf 94.1-29","label":"94.1 to 94.29","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/94.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/94.1"},"next":{"citation":"empedocles_diels_ppf 96.1","label":"96.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/empedocles-diels-ppf/96.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/empedocles-diels-ppf/96.1"},"credit":{"text":"Empedocles, empedocles_diels_ppf. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001199","quality":"ocr"}}