{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 2.205.1-2.206.20","citation":"Empedocles, Testimonia 2.205.1-2.206.20","ref":"2.205.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.205.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.205.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.205.1.md","author":{"name":"Empedocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia","urn":"urn:cts:greekLit:tlg1342.tlg003"},"verse":false,"words":284,"text":"ταύτηι δ᾽ αἰὲν ἕασιν ἀκίνητοι κατὰ κύκλον. ἥτις καὶ θνητοῖσι νομίζεται ἐμφυτος ἀθροῖς, τῇι τε φίλα φρονέουσι καὶ ἀθῆμα ἔργα τελοῦσι, Γηθοσύνην καλέοντες ἐπώνυμον ἢδ᾽ Ἀφροδίτην· 25 τὴν οὐ τις μετὰ τοίσιν ἐλισσομένην δεδάηκε θνητὸς ἄνηρ· σὺ δ᾽ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν. ταῦτα γὰρ ἴσά τε πάντα καὶ ἴλικά γένναν ἕασι, τιμῆς δ᾽ ἄλλης ἄλλο μέδει, πέρα δ᾽ ἕθος ἑκάστωι, ἐν δὲ μέρει κρατέουσι περιπλομένωιο χρόνωι. 30 καὶ πρὸς τοῖς οὐτ᾽ ἄρ τέ τι γίγνεται οὐτ᾽ ἀπόλλυει· εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ᾽ ἄν ἦσαν, ἀλλ᾽ ἄγε μύθων κλύθι· μάθη γὰρ τοι φρένας αὔξει· 15 ὡς γὰρ καὶ πρὶν ἔειπα πειραύσων πείρατα μύθων, δίπλ᾽ ἐρέω· τοτὲ μὲν γὰρ ἐν ἡξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ᾽ αὐ διέφυ πλεόν᾽ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἕρος ἀπλετον ὕψος, Νεῖκός τ᾽ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἀπάντη, 20 καὶ Φιλότης ἐν τοίσιν, ἵση μήκός τε πλάτος τε· τὴν σὺ νόου δέρκεν, μηδ᾽ ὁμμασιν ἵσο τεθηπώς· τοῦτο δ' ἐπανέησειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν; διαφεικόν, τὸ δ' ὕδωρ κολλητικὸν καὶ σχετικὸν τῇ ὑγρότητι συνεχὸν καὶ πήκτον· ἢ καὶ παρέσχεσ' Ἐ. ὑπόνοιαν ὡς τὸ μὲν πῦρ Νεῖκος οὐλόμενον, σχεδύνην δὲ Φιλότητα τὸ ὕγρὸν ἐκάστοτε προσσαγορεύων. τὸ Νεῖκος καὶ τὴν Φιλίαν παρὰ μέρος ἐπικρατεῖν ἐπὶ τε ἀνθρώπων καὶ ἰχθύων καὶ θηρίων καὶ δρενῶν δ' Ἐ. φησι τάδε γράφον· τοῦτο μὲν ἂν βροτέων μελέων ἀριδείκετον ὄγκον· ἄλλοτε μὲν Φιλότητι συνεργόμεν' εἰς ἐν ἀπαντα γνῦα, τὰ σῶμα λέλογχε, βίου θάλεθοντος ἐν ἀκμῇ· ἄλλοτε δ' αὐτε κακῃσι διαμηξέντ' Ἐρίδεσσι πῇ δὲ κε κήξαπόλοιτο, ἐπεὶ τῶνδ' οὐδὲν ἔρημον; πλάζεται ἄνδιχ' ἕκαστα περιρρηγμίνι βίοιο. ὡς δ' αὐτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις θηροὶ τ' ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβασι. δὲ ἄλλα εἰπὼν ἐπάγει ἐκάστον τῶν εἰρημένων τὸν χαρακτῆρα, τὸ μὲν πῦρ","prev":{"citation":"Testimonia 2.204.4","label":"2.204.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.204.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.204.4"},"next":{"citation":"Testimonia 2.206.3-7","label":"2.206.3 to 2.206.7","url":"https://interlinea.aeterna-institute.org/library/greek/empedocles/testimonia/2.206.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/empedocles/testimonia/2.206.3"},"credit":{"text":"Empedocles, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc001201","quality":"ocr"}}