{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 1132","citation":"Euripides, Fragmenta 1132","ref":"1132","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg020:1132","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/1132","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/1132","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/1132.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta","urn":"urn:cts:greekLit:tlg0006.tlg020"},"verse":true,"words":365,"text":"ΕΡΜΗΣ. Δόμοι μὲν οἵδ’ εὔπυργά τ’ ἐρύματα χθονὸς\nοὐκ ἐν πολυχρύσοισιν ἤσκηται χλιδαῖς·\nἀρχὴν δὲ τῶνδε καὶ θεῶν ἱδρύματα\nἈκρίσιος εἴληχεν, τύραννος τῆσδε γῆς·\nἝλλησι δ’ Ἄργος ἡ πόλις κικλήσκεται.\nοὗτος δ’ ἔρωτι παιδὸς ἄρσενος σχεθεὶς\nΠυθώδ’ ἀφῖκτο, καὶ λέγει Φοίβῳ τάδε·\nπῶς ἂν γένοιτο σπέρμα παιδὸς ἐν δόμῳ,\nτίνος θεῶν βροτῶν τε πρευμενοῦς τυχών;\nκεῖνος δὲ δυσξύμβλητον ἐξήνεγκ’ ὄπα·\nἔσται μὲν ἔσται παιδὸς ἄρσενος τόκος\nοὐκ ἐξ ἐκείνου· πρῶτα γὰρ θῆλυν σπορὰν\nφῦσαι δεήσει. κᾆτά πως κείνη ποτὲ\nεὐνὴν κρυφαίαν γνοῦσα καὶ μὴ γνοῦσα δὴ\nὑπόπτερον λέοντα τέξεται πατρί,\nὃς τῆσδέ τ’ ἄρξει χἀτέρας πολλῆς χθονός.\nτοιαῦτ’ ἀκούσας Λοξίου μαντεύματα\nγάμων ἀπείχεθ’· ὅμως δέ γε τίκτει λαθών,\nπρὸς τοῦ παρόντος ἱμέρου νικώμενος.\nΔανάην δέ πως ὠνόμασε τήνδ’, ὁθούνεκα\nπολὺς παρῆλθεν εἰς γονὴν παίδων χρόνος.\nἐν παρθενῶσι δ’ εὐθὺς οἷς ἐδείματο\nδίδωσιν Ἀργείαισιν ἔμφρουρον κόραις,\nεἰς ἀνδρὸς ὄψιν εὐλαβούμενος μολεῖν.\nεἶθ’ ὡς ὁ μακρὸς ηὔξανεν ταύτην χρόνος,\nκαὶ κάλλος εἶχεν ἔξοχον καθ’ Ἑλλάδα,\nφίλτροις ἀφύκτοις Ζεὺς κατασχεθεὶς πατὴρ\nεὐνῇ συνελθεῖν λάθρᾳ πως ἠβούλετο.\nσαφῶς δὲ πείθειν οὐκ ἔχων, εἰς μηχανὴν\nτοιάνδ’ ἐχώρησ’, ὡς ἄπυρος χρυσὸς γεγώς,\nποθεινὸν εἰδὼς κτῆμα τοῦτο τοῖς βροτοῖς,\nδιὰ στέγους ῥεύσειεν ἐν χερσὶν κόρης.\nἢ δ’ ἀγνοοῦσα τὸν κεκρυμμένον δόλον\nκόλποισι τὸν θεὸν εἰσρέοντ’ ἐδέξατο.\nχρόνῳ δ’ ἑαυτὴν ὡς κατεῖδ’ ἐγκύμονα,\nεἰς θαῦμ’ ἐσῄει κἀξεπέπληκτο σφοδρῶς,\nὡς εἰς τόδ’ ἦλθε μέμψιν εὐλαβουμένη.\nφυγῇ δὲ λάθρα τῆσδε γῆς ὁρμωμένην\nμαθὼν πατήρ νιν, ἐγκατάκλειστον δόμοις\nἔργει χολωθεὶς καὶ σκότῳ κρύψας ἔχει,\nτἀληθὲς ὄψει προσκοπούμενος μαθεῖν·\nκἂν ταῦτ’ ἀληθῆ καὶ σαφῶς ἔχοντ’ ἴδῃ,\nἔγνωκεν ἄμφω ποντίους ἀφιέναι,\nτὴν παῖδα καὶ τὸ τεχθέν. ὧν δέ γ’ ἐστάλην,\nμύθους Δανάῃ τούσδ’ εὐπροσηγόρους ἄγων\nἐκ Διός, ἀφίξομαι τάχιστα σημανῶν.\nὑπηρέτην γὰρ ὄντα τἀπεσταλμένα\nπράσσειν προθύμως, ὅστις ἄν γ’ ᾖ νουνεχής.\nΧΟΡΟΣ. τίς ὁ καινοτρόπος οὗτος μῦθος\nκατ’ ἐμὰν ἧκεν ἀκουάν;\nἔνθ’ ἀσπερχὲς μενεαίνουσα\nτοῖσδε δώμασι κοιράνου ἀμφίδοξος πελάζω.\nτίς δεσπότιν ἐμὴν Δανάην\nβάξις ἔχει κατὰ πτόλιν;\nἣν μήποτ’ ὤφελ’ εἰς ὧτα φέρειν\nὁ πρῶτος τάδε φράσαι τολμήσας,\nὡς ἐγκύμων εἴληπται χρανθεῖσ’ ἄλεκτρος\nἀνδρός· πατὴρ δέ μιν κλῄσας\nἐν παρθενῶσι σφραγῖσι δέμας φυλάσσει.\nταῦτ’ ἐτήτυμα μαθεῖν θέλω.\nἀλλ’ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς\nἈργείας Ἀκρίσιον πρὸ δόμων στείχοντα.\nὀργῇ βαρύς, ὡς δόξαι, κέαρ.\nΑΚΡΙΣΙΟΣ. σὺ δ’ εἰ κατ’ οἴκους εὐνοῶν ἐτύγχανες,\nοὐκ ἄν ποτ’ ἦλθες εἰς τόδε θράσους . .","prev":{"citation":"Fragmenta 1131","label":"Fragment 1131","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/1131","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/1131"},"next":null,"credit":{"text":"Euripides, Fragmenta, ed. August Nauck. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg020.local001/","quality":"proofread"}}