{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 360","citation":"Euripides, Fragmenta 360","ref":"360","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg020:360","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/360","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/360","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/360.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta","urn":"urn:cts:greekLit:tlg0006.tlg020"},"verse":true,"words":347,"text":"τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,\nἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,\nχρόνῳ δὲ δρῶσι, δυσγενέστερον . .\nἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.\nλογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν\nοὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν·\nᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,\nαὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις\nπεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι\nἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.\nὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,\nἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,\nλόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.\nἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,\nὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.\nπόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν\nναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,\nἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;\nεἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος\nτὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει\nπταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.\nεἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς\nἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,\nοὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,\nθάνατον προταρβοῦσ’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα\n〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,\nμὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.\nτὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,\nπολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.\nμισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ\nζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.\nκαὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα\nτύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην·\nτἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ\nπόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.\nκαὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω\nσώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;\nτὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην\nθῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται\nπόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;\nοὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;\nἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.\nἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,\nοὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ\nπρογόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ·\nοὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος\nτρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις\nΕὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς\nστεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.\nχρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,\nσῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς\nοὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.\nὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε\nοὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως\nοἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.","prev":{"citation":"Fragmenta 359","label":"Fragment 359","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/359","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/359"},"next":{"citation":"Fragmenta 361","label":"Fragment 361","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/361","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/361"},"credit":{"text":"Euripides, Fragmenta, ed. August Nauck. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg020.local001/","quality":"proofread"}}