{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 953","citation":"Euripides, Fragmenta 953","ref":"953","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg020:953","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/953","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/953","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/953.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta","urn":"urn:cts:greekLit:tlg0006.tlg020"},"verse":true,"words":318,"text":"ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω,\nτούτους λέγειν σε· καὶ γὰρ ἁρμόζει φρονεῖν\nσὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου τι δεῖ·\nἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ\nἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν.\nἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι,\nοὐκ ἐμὲ προσήκει λαμβάνειν τούτων δίκην·\nἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ.\nἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ\nοὖσ’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ,\nεἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή,\nπερὶ τῶν γ’ ἑαυτῆς πραγμάτων ἴσως φρονεῖ . . .\nἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε.\nἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος,\nτῷ μὲν διὰ τέλους ἣν ἔχει στέργειν ἀεί,\nτῇ δ’ ὅσ’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν ποεῖν.\nγέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν,\nἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ.\nἀλλ’ ἔστ’ ἐμοὶ μὲν χρηστός, ἠπόρηκε δέ.\nσὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν πλουσίῳ,\nἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη.\nκαὶ ποῦ τοσαῦτα χρήματ’ ἐστίν, ὦ πάτερ,\nἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με;\nἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον\nτῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν,\nτοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος;\nφέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ,\nὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται ποτέ,\nοὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ,\nἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν,\nἑτέρῳ με δώσεις ἀνδρί; κᾆτ’ ἐὰν πάλιν\nἐκεῖνος, ἑτέρῳ; μέχρι πόσου τὴν τῆς τύχης,\nπάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ;\nὅτ’ ἦν ἐγὼ παῖς, τότε σε χρῆν ζητεῖν ἐμοὶ\nἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις·\nἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ,\nἐμὸν σκοπεῖν τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς\nκρίνασ’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον.\nταῦτ’ ἔστιν· ὥστε μή με, πρὸς τῆς ἑστίας,\nἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας·\nχάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ,\nαἰτῶ σε ταύτην. εἰ δὲ μή, σὺ μὲν βίᾳ\nπράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην\nπειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.","prev":{"citation":"Fragmenta 952","label":"Fragment 952","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/952","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/952"},"next":{"citation":"Fragmenta 955","label":"Fragment 955","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/fragmenta/955","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/fragmenta/955"},"credit":{"text":"Euripides, Fragmenta, ed. August Nauck. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg020.local001/","quality":"proofread"}}