{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Rhesus 4","citation":"Euripides, Rhesus 4","ref":"4","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg019:4","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-17/4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-17/4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-17/4.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Rhesus","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-17","urn":"urn:cts:greekLit:tlg0006.tlg019"},"verse":true,"words":441,"text":"ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος\nεἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.\nἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·\nκαὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις\nἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.\nοὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,\nοἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;\nσκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.\nἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.\nπαῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·\nμάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.\nτοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·\nἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν\nστείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.\nποίας πατρῴας γῆς ἐρημώσας πέδον;\nΘρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.\nῬῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;\nἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.\nκαὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,\nπλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;\nοὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.\nνυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,\nκλύοντα πλήρη πεδία πολεμίας χερός.\nφόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας\nοἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,\nπαρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.\nπολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς\nἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν\nποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ\nλεηλατήσων καὶ σὰ πορθήσων σταθμά,\nπρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν\nἐδεξάμεσθα καὶ μετέστημεν φόβου.\nστείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ\nἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,\nΤίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος\nστείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;\nκαὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,\nἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα\nἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.\nχρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον\nπώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.\nπέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις\nἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς\nχαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος\nπολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.\nστρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ\nθέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,\nπολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,\nπολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος\nγυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.\nτοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,\nὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ\nὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.\nὅταν πολίταις εὐσταθῶσι δαίμονες,\nἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.\nπολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ\nκαὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.\nἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι\nμὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης\nἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.\nῬῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·\nἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις\nαἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.\nὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·\nδέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.\nἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.\nπέποιθας ἤδη πολεμίους ᾑρηκέναι;\nπέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.\nὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.\nμισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.\nὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,\nξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·\nχάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.\nἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.\nφόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.\nσύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.\nὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων\nῬῆσος παρέστω τῇδε σύμμαχος χθονί.","prev":{"citation":"Rhesus 3","label":"Choral 3","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-17/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-17/3"},"next":{"citation":"Rhesus 5","label":"Choral 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-17/5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-17/5"},"credit":{"text":"Euripides, Ῥῆσος, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg019.local001/","quality":"proofread"}}