{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 1","citation":"Euripides, Suppliant Women 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg008:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/1.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18","urn":"urn:cts:greekLit:tlg0006.tlg008"},"verse":true,"words":239,"text":"Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς\nτῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,\nεὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν\nπόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,\nἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν\nΑἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος\nΑἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.\nἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε\nγραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς\nἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,\nπάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας\nΚάδμου θανόντων ἑπτὰ γενναίων τέκνων\nἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ\nἌδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας\nμέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων\nγαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ\nθάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ\nεἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν\nδοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.\nκοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς\nἌδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε\nκεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην\nστένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·\nὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς\nνεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς\nῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,\nμόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ\nπόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς\nἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν\nπρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται\nφρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.\nδεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος\nμένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν\nΚόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν\nπολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,\nσέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι\nκῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,\nὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,\nἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς\nὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων\nγυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.","prev":null,"next":{"citation":"Suppliant Women 2","label":"Choral 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/2"},"credit":{"text":"Euripides, Ἱκέτιδες, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg008.local001/","quality":"proofread"}}