{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 12","citation":"Euripides, Suppliant Women 12","ref":"12","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg008:12","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/12","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/12.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18","urn":"urn:cts:greekLit:tlg0006.tlg008"},"verse":true,"words":253,"text":"— ἰὼ ἰώ·\nτάδε δὴ παίδων καὶ δὴ φθιμένων\nὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,\nγραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν\nῥώμη παίδων ὑπὸ πένθους —\nπολλοῦ τε χρόνου ζώσης μέτρα δὴ\nκαταλειβομένης τʼ ἄλγεσι πολλοῖς.\nτί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς\nπάθος ἐξεύροις\nἢ τέκνα θανόντʼ ἐσιδέσθαι;\n— φέρω φέρω,\nτάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,\nβάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,\nἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.\n— ἰὼ ἰώ,\nπᾶ φέρεις δάκρυα φίλᾳ\nματρὶ τῶν ὀλωλότων;\nσποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων\nεὐδοκίμων δήποτʼ ἐν Μυκήναις;\n— ἄπαις, ἄπαις·\nἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας\nἔρημον οἶκον ὀρφανεύσομαι λαβών,\nοὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.\n— ἰὼ ἰώ·\nποῦ δὲ πόνος ἐμῶν τέκνων,\nποῦ λοχευμάτων χάρις;\nτροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,\nκαὶ φίλιαι προσβολαὶ προσώπων;\n— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·\nβεβᾶσιν.\nαἰθὴρ ἔχει νιν ἤδη,\nπυρὸς τετακότας σποδῷ·\nποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.\n— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;\nἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι\nσὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;\n— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα\nπατρῷος·\nοὔπω κακὸν τόδʼ εὕδει.\nαἰαῖ γόων· ἅλις τύχας,\nἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.\n— ἔτʼ Ἀσωποῦ με δέξεται γάνος\nχαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,\nτοῦ φθιμένου πατρὸς ἐκδικαστάν.\n— ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ\n— φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.\n— λόγων δὲ παρακέλευσμα σῶν\nἀέρι φερόμενον οἴχεται.\n— δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —\nσέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.\n— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.\n— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.\n— ἔκλαυσα τόδε κλύων ἔπος\nστυγνότατον· ἔθιγέ μου φρενῶν.\n— ὦ τέκνον, ἔβας· οὐκέτι φίλον\nφίλας ἄγαλμʼ ὄψομαί σε ματρός.","prev":{"citation":"Suppliant Women 11.6","label":"Episode 11","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/11.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/11.6"},"next":{"citation":"Suppliant Women 13.1","label":"Episode 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/13.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/13.1"},"credit":{"text":"Euripides, Ἱκέτιδες, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg008.local001/","quality":"proofread"}}