{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 8","citation":"Euripides, Suppliant Women 8","ref":"8","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg008:8","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/8.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18","urn":"urn:cts:greekLit:tlg0006.tlg008"},"verse":true,"words":251,"text":"— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.\nπόλει μὲν εὐδοξία\nκαὶ στρατηλάταις δορὸς\nδιπλάζεται τιμά·\nἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη\nπικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,\nτὰν ἄελπτον ἁμέραν\nἰδοῦσα, πάντων μέγιστον ἄλγος.\n— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ\nΧρόνος παλαιὸς πατὴρ\nὤφελʼ ἁμερᾶν κτίσαι.\nτί γάρ μʼ ἔδει παίδων;\nτὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι\nπάθος περισσόν, εἰ γάμων ἀπεζύγην,\nνῦν δʼ ὁρῶ σαφέστατον\nκακόν, τέκνων φιλτάτων στερεῖσα.\nἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω\nτῶν οἰχομένων παίδων· μελέα\nπῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις\nκοινὸν ἐς Ἅιδην καταβᾶσα;\nστεναγμόν, ὦ ματέρες,\nτῶν κατὰ χθονὸς νεκρῶν\nἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν\nστεναγμάτων κλύουσαι.\n— ὦ παῖδες, ὦ πικρὸν φίλων\nπροσηγόρημα ματέρων,\nπροσαυδῶ σε τὸν θανόντα.\nἰὼ ἰώ.\nτῶν γʼ ἐμῶν κακῶν ἐγώ.\nαἰαῖ.\nἐπάθομεν ὤ\nτὰ κύντατʼ ἄλγη κακῶν.\nὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;\n— ὁρῶσι κἀμὲ τὰν τάλαι-\nναν, τέκνων ἄπαιδα.\nπροσάγετε τῶν δυσπότμων\nσώμαθʼ αἱματοσταγῆ,\nσφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,\nἐν οἷς ἀγὼν ἐκράνθη.\n— δόθʼ, ὡς περιπτυχαῖσι δὴ\nχέρας προσαρμόσασʼ ἐμοῖς\nἐν ἀγκῶσι τέκνα θῶμαι.\nἔχεις ἔχεις.\n— πημάτων γʼ ἅλις βάρος.\nαἰαῖ.\nτοῖς τεκοῦσι δʼ οὐ λέγεις;\nἀίετέ μου.\nστένεις ἐπʼ ἀμφοῖν ἄχη.\nεἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.\n— ἐμὸν δὲ μήποτʼ ἐζύγη\nδέμας ἐς ἀνδρὸς εὐνάν.\nἴδετε κακῶν πέλαγος, ὦ\nματέρες τάλαιναι τέκνων.\n— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ\nσποδὸν κάρᾳ κεχύμεθα.\nἰὼ ἰώ μοί μοι·\nκατά με πέδον γᾶς ἕλοι,\nδιὰ δὲ θύελλα σπάσαι,\nπυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.\n— πικροὺς ἐσεῖδες γάμους,\nπικρὰν δὲ Φοίβου φάτιν·\nἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα\nδώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.","prev":{"citation":"Suppliant Women 7.731-777","label":"Episode 7, lines 7.731-7.777","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/7.731","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/7.731"},"next":{"citation":"Suppliant Women 9.1","label":"Episode 9","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-18/9.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-18/9.1"},"credit":{"text":"Euripides, Ἱκέτιδες, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg008.local001/","quality":"proofread"}}