{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Bacchae 1","citation":"Euripides, Bacchae 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg017:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-3/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/1.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Bacchae","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3","urn":"urn:cts:greekLit:tlg0006.tlg017"},"verse":true,"words":374,"text":"ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα\nΔιόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη\nΣεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·\nμορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν\nπάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.\nὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας\nτόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια\nτυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,\nἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.\nαἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε\nτίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν\nπέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.\nλιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας\nΦρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας\nΒάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα\nΜήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα\nἈσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα\nκεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ\nπλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,\nἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,\nτἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς\nτελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.\nπρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος\nἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς\nθύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·\nἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,\nΔιόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,\nΣεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος\nἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,\nΚάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν\nΖῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.\nτοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ\nμανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·\nσκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,\nκαὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι\nγυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·\nὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι\nχλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.\nδεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,\nἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,\nΣεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ\nφανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.\nΚάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα\nΠενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,\nὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο\nὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.\nὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι\nπᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,\nτἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,\nδεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις\nὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν\nζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.\nὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω\nμορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.\nἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,\nθίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων\nἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,\nαἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν\nτύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,\nβασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε\nκτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.\nἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς\nἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.","prev":null,"next":{"citation":"Bacchae 2.1-2","label":"Choral 2, lines 2.1-2.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/2.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-3/2.1"},"credit":{"text":"Euripides, Βάκχαι, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg017.local001/","quality":"proofread"}}