{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Bacchae 9","citation":"Euripides, Bacchae 9","ref":"9","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg017:9","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-3/9","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/9.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Bacchae","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3","urn":"urn:cts:greekLit:tlg0006.tlg017"},"verse":true,"words":415,"text":"σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν\nσπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,\nἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,\nσκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,\nμητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·\nπρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.\nκαὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,\nδισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·\nκαὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς\nκαὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.\nἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.\nὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,\nἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.\nτί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν\nἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;\nαὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.\nἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,\nοὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.\nἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ\nκαὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.\nἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,\nπάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.\nἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.\nζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων\nστολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.\nκἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·\nτἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.\nἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,\nὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.\nπότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ\nἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;\nἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ\nαἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.\nἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς\nαὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;\nδύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας\nοὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.\nμοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω\nκορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;\nμὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα\nκαὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.\nκαλῶς ἔλεξας· οὐ σθένει νικητέον\nγυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.\nκρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,\nἐλθόντα δόλιον μαινάδων κατάσκοπον.\nκαὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς\nλέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.\nοὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·\nλήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.\nκόμιζε διὰ μέσης με Θηβαίας χθονός·\nμόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.\nμόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·\nτοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.\nἕπου δέ· πομπὸς εἶμʼ ἐγὼ σωτήριος,\nκεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.\nἡ τεκοῦσά γε.\nἐπίσημον ὄντα πᾶσιν.\nἐπὶ τόδʼ ἔρχομαι.\nφερόμενος ἥξεις\nἁβρότητʼ ἐμὴν λέγεις.\nἐν χερσὶ μητρός.\nκαὶ τρυφᾶν μʼ ἀναγκάσεις.\nτρυφάς γε τοιάσδε.\nἀξίων μὲν ἅπτομαι.\nδεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,\nὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.\nἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι\nΚάδμου θυγατέρες· τὸν νεανίαν ἄγω\nτόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ\nκαὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.","prev":{"citation":"Bacchae 8.3","label":"Choral 8","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/8.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-3/8.3"},"next":{"citation":"Bacchae 10.1","label":"Choral 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/10.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-3/10.1"},"credit":{"text":"Euripides, Βάκχαι, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg017.local001/","quality":"proofread"}}