{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Cyclops 1","citation":"Euripides, Cyclops 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg001:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-4/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-4/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-4/1.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Cyclops","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-4","urn":"urn:cts:greekLit:tlg0006.tlg001"},"verse":true,"words":226,"text":"Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους\nνῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·\nπρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο\nΝύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·\nἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς\nἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς\nἘγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ\nἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;\nοὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ.\nκαὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.\nἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν\nλῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,\nἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ\nσέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ\nαὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,\nπαῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα\nῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.\nἤδη δὲ Μαλέας πλησίον πεπλευκότας\nἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ\nἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,\nἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ\nKύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.\nτούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις\nδοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν\nΠολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων\nποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.\nπαῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις\nνέμουσι μῆλα νέα νέοι πεφυκότες,\nἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας\nμένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ\nΚύκλωπι δείπνων ἀνοσίων διάκονος.\nκαὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει\nσαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,\nὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν\nκαθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.\nἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ\nποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων\nὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ\nκῶμοι συνασπίζοντες Ἀλθαίας δόμους\nπροσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;","prev":null,"next":{"citation":"Cyclops 2.1-4","label":"Choral 2, lines 2.1-2.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-4/2.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-4/2.1"},"credit":{"text":"Euripides, Κύκλωψ, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg001.local001/","quality":"proofread"}}