{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Hecuba 1","citation":"Euripides, Hecuba 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg007:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-6/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-6/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-6/1.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Hecuba","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-6","urn":"urn:cts:greekLit:tlg0006.tlg007"},"verse":true,"words":346,"text":"Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας\nλιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,\nΠολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως\nΠριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν\nκίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,\nδείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς\nΠολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,\nὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα\nσπείρει, φίλιππον λαὸν εὐθύνων δορί.\nπολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ\nπατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,\nτοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.\nνεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς\nὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα\nοὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.\nἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα\nπύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς\nἝκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,\nκαλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ\nτροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·\nἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται\nψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,\nαὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει\nσφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,\nκτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν\nξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς\nμεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.\nκεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,\nπολλοῖς διαύλοις κυμάτων φορούμενος,\nἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης\nἙκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,\nτριταῖον ἤδη φέγγος αἰωρούμενος,\nὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ\nμήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.\nπάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι\nθάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·\nὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς\nκατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,\nπρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·\nαἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην\nτύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.\nκαὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων\nἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει\nθανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι.\nδυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται\nμήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.\nφανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,\nδούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.\nτοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην\nτύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.\nτοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν\nἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαι\nἙκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα\nἈγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.\nφεῦ·\nὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων\nδούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς\nὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε\nφθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.","prev":null,"next":{"citation":"Hecuba 2.1","label":"Choral 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-6/2.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-6/2.1"},"credit":{"text":"Euripides, Ἑκάβη, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg007.local001/","quality":"proofread"}}