{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Children of Heracles 1","citation":"Euripides, Children of Heracles 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg004:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-8/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-8/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-8/1.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Children of Heracles","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-8","urn":"urn:cts:greekLit:tlg0006.tlg004"},"verse":true,"words":435,"text":"Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον·\nὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ,\nὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον\nπόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,\nαὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών.\nἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,\nἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων\nπλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,\nὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν\nναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς\nσῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας.\nἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,\nπρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν·\nἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,\nψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι\nἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.\nπρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς\nὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·\nπέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους\nκήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,\nπόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην\nἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.\nοἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,\nσμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,\nτοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.\nἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις\nκαὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,\nὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·\nἼδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,\nἸόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.\nπάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,\nΜαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα\nἱκέται καθεζόμεσθα βώμιοι θεῶν,\nπροσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς\nδισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,\nκλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,\nτοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας\nκλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.\nδυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·\nἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,\nἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος\nἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη\nσῴζει· νέας γὰρ παρθένους αἰδούμεθα\nὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.\nὝλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος\nζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,\nἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.\nὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν\nπέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως\nστείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο\nπάσης ἀλῆται γῆς ἀπεστερημένοι.\nὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·\nὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ\nἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.\nἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς\nπόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·\nοὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται\nτὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.\nχώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ\nἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.\nοὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,\nἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.\nβούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;\nοὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.\nγνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.\nοὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.\nἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,\nἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.\nὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,\nἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς\nβιαζόμεσθα καὶ στέφη μιαίνεται —\nπόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.","prev":null,"next":{"citation":"Children of Heracles 2.1","label":"Choral 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-8/2.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text-8/2.1"},"credit":{"text":"Euripides, Ἡρακλεῖδαι, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg004.local001/","quality":"proofread"}}