{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Alcestis 3","citation":"Euripides, Alcestis 3","ref":"3","level":null,"urn":"urn:cts:greekLit:tlg0006.tlg002:3","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text/3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text/3.md","author":{"name":"Euripides","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides"},"work":{"title":"Alcestis","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text","urn":"urn:cts:greekLit:tlg0006.tlg002"},"verse":true,"words":447,"text":"ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται\nδακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;\nπενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,\nσυγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ\nεἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.\nκαὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.\nκαὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;\nἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.\nὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.\nοὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.\nἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;\nπεπρωμένη γὰρ ἡμέρα βιάζεται.\nοὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;\nκόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.\nἴστω νυν εὐκλεής γε κατθανουμένη\nγυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.\nπῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;\nτί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην\nγυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις\nπόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;\nκαὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·\nἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.\nἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν\nἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα\nἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων\nἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,\nκαὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·\nΔέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,\nπανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,\nτέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην\nσύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.\nμηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι\nθανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας\nἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.\nπάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,\nπροσῆλθε κἀξέστεψε καὶ προσηύξατο,\nπτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,\nἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν\nκακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.\nκἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,\nἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·\nὮ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ\nκορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,\nχαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ\nμόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν\nθνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,\nσώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.\nκυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον\nὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.\nἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,\nστείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,\nκαὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη\nκἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.\nπαῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι\nἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας\nἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.\nπάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας\nδέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν\nπρούτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς\nὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.\nτοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.\nκαὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει\nτοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.\nἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,\nἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;\nκλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,\nκαὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα\nζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.\nπαρειμένη δέ, χειρὸς ἄθλιον βάρος\nὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι\nβλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου\nὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.\nἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·\nοὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,\nὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·\nσὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.","prev":{"citation":"Alcestis 2","label":"Choral 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text/2"},"next":{"citation":"Alcestis 4.1","label":"Choral 4","url":"https://interlinea.aeterna-institute.org/library/greek/euripides/text/4.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euripides/text/4.1"},"credit":{"text":"Euripides, Ἄλκηστις, ed. Gilbert Murray. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg002.local001/","quality":"proofread"}}