{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Commentarii ad Homeri Odysseam 2.328.1","citation":"Eustathius, Commentarii ad Homeri Odysseam 2.328.1","ref":"2.328.1","level":null,"urn":"urn:cts:greekLit:tlg4083.tlg003:2.328.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.328.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.328.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.328.1.md","author":{"name":"Eustathius","url":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl"},"work":{"title":"Commentarii ad Homeri Odysseam","url":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam","urn":"urn:cts:greekLit:tlg4083.tlg003"},"verse":false,"words":735,"text":"συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. (Vers. 393.) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι. (Vers. 394.) Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα Δολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον. (Vers. 397—407.) Ὅτι Δολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι. (Vers. 397.) Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως. (Vers. 398.) Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχ' οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ Δωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ Δολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων (Vers. 394.) τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρ τὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κράσεως. (Vers. 402.) Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. (Vers. 410.) Ὅτι τὸ ἐν ἄλλοις ὑπερβατῶς φραζόμενον, ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατ' εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν. (Vers. 413. sqq.) Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον Διὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατ' αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν δι' ἑνὸς ἐκφέρεται ν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δ' ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δ' ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ Δουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας δι' ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως. (Vers. 419.) Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι. (Vers. 416.) Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ. (Vers. 413.) Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλ' αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν.","prev":{"citation":"Commentarii ad Homeri Odysseam 2.327.1","label":"Volume 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.327.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.327.1"},"next":{"citation":"Commentarii ad Homeri Odysseam 2.329.1","label":"Volume 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.329.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.329.1"},"credit":{"text":"Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/","quality":"proofread"}}