{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"The Jewish War 352-357","citation":"Flavius Josephus, The Jewish War 352-357","ref":"352","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg004:352-357","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/352","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/352","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/352.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"The Jewish War","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3","urn":"urn:cts:greekLit:tlg0526.tlg004"},"verse":false,"words":206,"text":"φέρε δʼ εἶναι τοὺς Ῥωμαίων ὑπηρέτας ἀνηκέστως χαλεπούς· οὔπω Ῥωμαῖοι πάντες ἀδικοῦσιν ὑμᾶς οὐδὲ Καῖσαρ, πρὸς οὓς αἱρεῖσθε τὸν πόλεμον· οὐδὲ γὰρ ἐξ ἐντολῆς ἥκει τις πονηρὸς ἀπʼ ἐκείνων, οὐδέ γε τοὺς ὑπὸ τὴν ἀνατολὴν οἱ ἀφʼ ἑσπέρας ἐπιβλέπουσιν· ἀλλʼ οὐδὲ ἀκούειν ταχέως τὰ ἐντεῦθεν ἐκεῖ ῥᾴδιον. ἄτοπον δὲ καὶ διʼ ἕνα πολλοῖς καὶ διὰ μικρὰς αἰτίας τηλικούτοις καὶ μηδὲ γινώσκουσιν ἃ μεμφόμεθα πολεμεῖν. καὶ τῶν μὲν ἡμετέρων ἐγκλημάτων ταχεῖα γένοιτʼ ἂν διόρθωσις· οὔτε γὰρ ὁ αὐτὸς ἐπίτροπος μένει διὰ παντός, καὶ τοὺς διαδεξομένους εἰκὸς ἐλεύσεσθαι μετριωτέρους· κινηθέντα δʼ ἅπαξ τὸν πόλεμον οὔτε ἀποθέσθαι ῥᾴδιον δίχα συμφορῶν οὔτε βαστάζειν. ἀλλὰ μὴν τό γε νῦν ἐλευθερίας ἐπιθυμεῖν ἄωρον, δέον ὑπὲρ τοῦ μηδὲ ἀποβαλεῖν αὐτὴν ἀγωνίζεσθαι πρότερον· ἡ γὰρ πεῖρα τῆς δουλείας χαλεπή, καὶ περὶ τοῦ μηδʼ ἄρξασθαι ταύτης ὁ ἀγὼν δίκαιος. ὁ δʼ ἅπαξ χειρωθείς, ἔπειτα ἀφιστάμενος, αὐθάδης δοῦλός ἐστιν, οὐ φιλελεύθερος. τότε τοιγαροῦν ἐχρῆν πάνθʼ ὑπὲρ τοῦ μὴ δέξασθαι Ῥωμαίους ποιεῖν, ὅτε ἐπέβαινεν τῆς χώρας Πομπήιος. ἀλλʼ οἱ μὲν ἡμέτεροι πρόγονοι καὶ οἱ βασιλεῖς αὐτῶν καὶ χρήμασιν καὶ σώμασιν καὶ ψυχαῖς ἄμεινον ὑμῶν πολλῷ διακείμενοι πρὸς μοῖραν ὀλίγην τῆς Ῥωμαίων δυνάμεως οὐκ ἀντέσχον· ὑμεῖς δὲ οἱ τὸ μὲν ὑπακούειν ἐκ διαδοχῆς παρειληφότες, τοῖς πράγμασιν δὲ τῶν πρώτων ὑπακουσάντων τοσοῦτον ἐλαττούμενοι, πρὸς ὅλην ἀνθίστασθε τὴν Ῥωμαίων ἡγεμονίαν;","prev":{"citation":"The Jewish War 345-351","label":"345 to 351","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/345","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/345"},"next":{"citation":"The Jewish War 358","label":"Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/358","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/358"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/","quality":"proofread"}}