{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"The Jewish War 42-2-50","citation":"Flavius Josephus, The Jewish War 42-2-50","ref":"42-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg004:42-2-50","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/42-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/42-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/42-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"The Jewish War","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3","urn":"urn:cts:greekLit:tlg0526.tlg004"},"verse":false,"words":296,"text":"μάχιμοί τε γὰρ ἐκ νηπίων καὶ πολλοὶ Γαλιλαῖοι πάντοτε, καὶ οὔτε δειλία ποτὲ τοὺς ἄνδρας οὔτε λιπανδρία τὴν χώραν κατέσχεν, ἐπειδὴ πίων τε πᾶσα καὶ εὔβοτος καὶ δένδρεσι παντοίοις κατάφυτος, ὡς ὑπὸ τῆς εὐπετείας προκαλέσασθαι καὶ τὸν ἥκιστα γῆς φιλόπονον. προσησκήθη γοῦν ὑπὸ τῶν οἰκητόρων πᾶσα, καὶ μέρος αὐτῆς ἀργὸν οὐδέν, ἀλλὰ καὶ πόλεις πυκναὶ καὶ τὸ τῶν κωμῶν πλῆθος πανταχοῦ πολυάνθρωπον διὰ τὴν εὐθηνίαν, ὡς τὴν ἐλαχίστην ὑπὲρ πεντακισχιλίους πρὸς τοῖς μυρίοις ἔχειν οἰκήτορας. Καθόλου δέ, εἰ καὶ τῷ μεγέθει τις ἐλαττώσειε τῆς Περαίας τὴν Γαλιλαίαν, προέλοιτο δʼ ἂν τῇ δυνάμει· ἡ μὲν γὰρ ἐνεργὸς ὅλη καὶ συνεχής ἐστιν καρποφόρος, ἡ Περαία δὲ πολὺ μὲν μείζων, ἔρημος δὲ καὶ τραχεῖα τὸ πλέον πρός τε καρπῶν ἡμέρων αὔξησιν ἀγριωτέρα, τό γε μὴν μαλθακὸν αὐτῆς καὶ πάμφορον, καὶ τὰ πεδία δένδρεσι ποικίλοις κατάφυτα τὸ πλεῖστόν τε ἐλαίαν [τε] καὶ ἄμπελον καὶ φοινικῶνας ἤσκηται, διαρδομένη χειμάρροις τε τοῖς ἀπὸ τῶν ὀρῶν καὶ πηγαῖς ἀεννάοις ἅλις, εἴ ποτʼ ἐκεῖνοι σειρίῳ φθίνοιεν. μῆκος μὲν [οὖν] αὐτῆς ἀπὸ Μαχαιροῦντος εἰς Πέλλαν, εὖρος δʼ ἀπὸ Φιλαδελφείας μέχρι Ἰορδάνου. καὶ Πέλλῃ μέν, ἣν προειρήκαμεν, τὰ πρὸς ἄρκτον ὁρίζεται, πρὸς ἑσπέραν δὲ Ἰορδάνῃ· μεσημβρινὸν δʼ αὐτῆς πέρας ἡ Μωαβῖτις, καὶ πρὸς ἀνατολὴν Ἀραβίᾳ τε καὶ Σιλωνίτιδι, πρὸς δὲ Φιλαδελφηνῇ καὶ Γεράσοις ἀποτέμνεται. Ἡ δὲ Σαμαρεῖτις χώρα μέση μὲν τῆς Γαλιλαίας ἐστὶ καὶ τῆς Ἰουδαίας· ἀρχομένη γὰρ ἀπὸ τῆς ἐν τῷ πεδίῳ κειμένης Γηνεὼς ὄνομα κώμης ἐπιλήγει τῆς Ἀκραβετηνῶν τοπαρχίας· φύσιν δὲ τῆς Ἰουδαίας κατʼ οὐδὲν διάφορος. ἀμφότεραι γὰρ ὀρειναὶ καὶ πεδιάδες, εἴς τε γεωργίαν μαλθακαὶ καὶ πολύφοροι κατάδενδροί τε καὶ ὀπώρας ὀρεινῆς καὶ ἡμέρου μεσταί, παρʼ ὅσον οὐδαμοῦ φύσει διψάδες, ὕονται δὲ τὸ πλέον· γλυκὺ δὲ νᾶμα πᾶν διαφόρως ἐν αὐταῖς, καὶ διὰ πλῆθος πόας ἀγαθῆς τὰ κτήνη πλέον ἢ παρʼ ἄλλοις γαλακτοφόρα. μέγιστόν γε μὴν τεκμήριον ἀρετῆς καὶ εὐθηνίας τὸ πληθύειν ἀνδρῶν ἑκατέραν.","prev":{"citation":"The Jewish War 31-41","label":"31 to 41","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/31","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/31"},"next":{"citation":"The Jewish War 51-60","label":"51 to 60","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/51","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/51"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/","quality":"proofread"}}