{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"The Jewish War 566-2-576","citation":"Flavius Josephus, The Jewish War 566-2-576","ref":"566-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg004:566-2-576","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/566-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/566-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/566-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"The Jewish War","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3","urn":"urn:cts:greekLit:tlg0526.tlg004"},"verse":false,"words":260,"text":"Διεστασιάζετο δὲ πρὸς τὸν Ἰωάννην ἡ δύναμις, καὶ πᾶν ὅσον [ἦν] Ἰδουμαίων ἐν αὐτῇ χωρισθὲν ἐπεχείρει τῷ τυράννῳ φθόνῳ τε τῆς ἰσχύος αὐτοῦ καὶ μίσει τῆς ὠμότητος. συμβαλόντες δὲ ἀναιροῦσί τε πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς· συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ· συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι, κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφʼ ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων· κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τε † ὢν ἐκεῖ καὶ τὰ λάφυρα τῆς τυραννίδος κατέθετο. ἐν δὲ τούτῳ τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη, καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους. τοῖς δὲ οὐχ οὕτω τὴν ἔφοδον αὐτῶν καταδεῖσαι παρέστη μαχιμωτέροις οὖσιν ὡς τὴν ἀπόνοιαν, μὴ νύκτωρ ἐκ τοῦ ἱεροῦ παρεισδύντες αὐτούς τε διαφθείρωσι καὶ τὸ ἄστυ καταπιμπρῶσι. συνελθόντες οὖν μετὰ τῶν ἀρχιερέων ἐβουλεύοντο, τίνα χρὴ τρόπον φυλάξασθαι τὴν ἐπίθεσιν. θεὸς δὲ ἄρα τὰς γνώμας αὐτῶν εἰς κακὸν ἔτρεψε, καὶ χαλεπώτερον ἀπωλείας ἐπενόησαν τὸ πρὸς σωτηρίαν φάρμακον· ἵνα γοῦν καταλύσωσιν Ἰωάννην, ἔκριναν δέχεσθαι Σίμωνα καὶ μετὰ ἱκετηριῶν δεύτερον εἰσαγαγεῖν ἑαυτοῖς τύραννον. ἐπεραίνετο δʼ ἡ βουλή, καὶ τὸν ἀρχιερέα Ματθίαν πέμψαντες ἐδέοντο Σίμωνι εἰσελθεῖν ὃν πολλὰ ἔδεισαν· συμπαρεκάλουν δὲ οἱ ἐκ τῶν Ἱεροσολύμων τοὺς ζηλωτὰς φεύγοντες πόθῳ τῶν οἴκων καὶ τῶν κτημάτων. ὁ δʼ αὐτοῖς ὑπερηφάνως κατανεύσας τὸ δεσπόζειν εἰσέρχεται μὲν ὡς ἀπαλλάξων τῶν ζηλωτῶν τὴν πόλιν σωτὴρ ὑπὸ τοῦ δήμου καὶ κηδεμὼν εὐφημούμενος, παρελθὼν δὲ μετὰ τῆς δυνάμεως ἐσκόπει τὰ περὶ τῆς ἑαυτοῦ δυναστείας καὶ τοὺς καλέσαντας οὐχ ἧττον ἐχθροὺς ἐνόμιζεν ἢ καθʼ ὧν ἐκέκλητο.","prev":{"citation":"The Jewish War 554-565","label":"554 to 565","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/554","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/554"},"next":{"citation":"The Jewish War 577-587","label":"577 to 587","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/577","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text-3/577"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/","quality":"proofread"}}