{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 1-11-7","citation":"Flavius Josephus, Jewish Antiquities 1-11-7","ref":"1-11","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:1-11-7","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/1-11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-11.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":284,"text":"Τῷ δὲ πρώτῳ τῆς Κύρου βασιλείας ἔτει, τοῦτο δʼ ἦν ἑβδομηκοστὸν ἀφʼ ἧς ἡμέρας μεταναστῆναι τὸν λαὸν ἡμῶν ἐκ τῆς οἰκείας εἰς Βαβυλῶνα συνέπεσεν, ἠλέησεν ὁ θεὸς τὴν αἰχμαλωσίαν καὶ τὴν συμφορὰν ἐκείνων τῶν ταλαιπώρων, καὶ καθὼς προεῖπεν αὐτοῖς διὰ Ἱερεμίου τοῦ προφήτου πρὶν ἢ κατασκαφῆναι τὴν πόλιν, ὡς μετὰ τὸ δουλεῦσαι Ναβουχοδονοσόρῳ καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ ταύτην ὑπομεῖναι τὴν δουλείαν ἐπὶ ἔτη ἑβδομήκοντα πάλιν αὐτοὺς εἰς τὴν πάτριον ἀποκαταστήσει γῆν καὶ τὸν ναὸν οἰκοδομήσουσι καὶ τῆς ἀρχαίας ἀπολαύσουσιν εὐδαιμονίας, ταῦτʼ αὐτοῖς παρέσχεν. παρορμήσας γὰρ τὴν Κύρου ψυχὴν ἐποίησεν αὐτὸν γράψαι κατὰ πᾶσαν τὴν Ἀσίαν, ὅτι Κῦρος ὁ βασιλεὺς λέγει· ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι, ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν αὐτοῦ οἰκοδομήσω ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ. Ταῦτα δʼ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἡσαΐας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα· οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν. ταῦτα Ἡσαΐας προεφήτευσεν ἔμπροσθεν ἢ κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. ταῦτʼ οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαί τε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν· ἔσεσθαι γὰρ αὐτοῖς καὶ τοῦτον σύμμαχον αὐτόν τε γράψειν τοῖς γειτονεύουσιν ἐκείνῃ τῇ χώρᾳ τῶν ἰδίων ἡγεμόνων καὶ σατραπῶν, ἵνα συμβάλωνται χρυσὸν αὐτοῖς καὶ ἄργυρον εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ πρὸς τούτοις θρέμματα πρὸς τὰς θυσίας.","prev":{"citation":"Jewish Antiquities Section arg-10","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/Section%20arg-10"},"next":{"citation":"Jewish Antiquities 8-7-14","label":"8 to 14","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/8-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/8-7"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}