{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 104-3-112","citation":"Flavius Josephus, Jewish Antiquities 104-3-112","ref":"104-3","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:104-3-112","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/104-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/104-3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/104-3.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":296,"text":"Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρʼ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί, πάτερ, εἶπεν, ἡ μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες· καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει. τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας ἡ παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως ἡ διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν ὁ νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας; τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι. βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν. εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, ᾧ καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις ἢ συνωμοσίαν ἡλικιωτῶν ἢ διαφθορὰν οἰκετῶν ἢ γράμματα κατὰ σοῦ γεγραμμένα; καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας.","prev":{"citation":"Jewish Antiquities 96-4-103","label":"96 to 103","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/96-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/96-4"},"next":{"citation":"Jewish Antiquities 113-9-120","label":"113 to 120","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/113-9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/113-9"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}