{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 121-5-128","citation":"Flavius Josephus, Jewish Antiquities 121-5-128","ref":"121-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:121-5-128","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/121-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/121-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/121-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":282,"text":"Τοιαῦτα δὲ λέγοντος ὅ τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν ὁ λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα. τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδʼ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν, ἡ δʼ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας ὁ βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἀπολογίας τινὸς ἐδεῖτο. Καῖσαρ δὲ μικρὸν ἐπισχὼν τοὺς μὲν νεανίσκους, εἰ καὶ πόρρω τῆς ἐπʼ αὐτοῖς διαβολῆς δοκοῦσιν, αὐτό γε τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους αὐτοὺς παρασχεῖν τῷ πατρί, ὡς μηδὲ γενέσθαι τὸν ἐπʼ αὐτοῖς λόγον. Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι. τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρʼ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι. Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς. ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν,","prev":{"citation":"Jewish Antiquities 113-9-120","label":"113 to 120","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/113-9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/113-9"},"next":{"citation":"Jewish Antiquities 129-6-133","label":"129 to 133","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/129-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/129-6"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}