{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 124-4-132","citation":"Flavius Josephus, Jewish Antiquities 124-4-132","ref":"124-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:124-4-132","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/124-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/124-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/124-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":280,"text":"ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε ἡ σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη. Σαμαρέων δὲ οἱ πρῶτοι πρὸς Οὐμμίδιον Κοδρᾶτον τῆς Συρίας προεστηκότα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν Τύρῳ τυγχάνοντα παραγενόμενοι κατηγόρουν τῶν Ἰουδαίων, ὡς τὰς κώμας αὐτῶν ἐμπρήσειαν καὶ διαρπάσειαν, καὶ περὶ μὲν ὧν αὐτοὶ πεπόνθασιν οὐχ οὕτως ἀγανακτεῖν ἔφασκον, ὡς ὅτι Ῥωμαίων καταφρονήσειαν, ἐφʼ οὓς κριτὰς ἐχρῆν αὐτοὺς εἴπερ ἠδίκουν παραγενέσθαι, ἢ νῦν ὡς οὐκ ἐχόντων ἡγεμόνας Ῥωμαίους καταδραμεῖν· ἥκειν οὖν ἐπʼ αὐτὸν ἐκδικίας τευξόμενοι. ταῦτα μὲν οὖν οἱ Σαμαρεῖς κατηγόρουν. Ἰουδαῖοι δὲ καὶ τῆς στάσεως καὶ τῆς μάχης αἰτίους γεγονέναι Σαμαρεῖς ἔφασαν, πρὸ πάντων δὲ Κουμανὸν δώροις ὑπʼ αὐτῶν φθαρέντα καὶ παρασιωπήσαντα τὸν τῶν ἀνῃρημένων φόνον. καὶ Κουαδρᾶτος ἀκούσας ὑπερτίθεται τὴν κρίσιν, εἰπὼν ἀποφανεῖσθαι, ἐπειδὰν εἰς τὴν Ἰουδαίαν παραγενόμενος ἀκριβέστερον ἐπιγνῷ τὴν ἀλήθειαν. καὶ οἱ μὲν ἀπῄεσαν ἄπρακτοι. μετʼ οὐ πολὺν δὲ χρόνον ὁ Κουαδρᾶτος ἧκεν εἰς Σαμάρειαν, ἔνθα διακούσας αἰτίους τῆς ταραχῆς ὑπέλαβε γεγονέναι τοὺς Σαμαρεῖς. Σαμαρέων δὲ καὶ Ἰουδαίων οὕστινας νεωτερίσαντας ἔμαθεν ἀνεσταύρωσεν οὓς Κουμανὸς ἔλαβεν αἰχμαλώτους. κἀκεῖθεν εἰς κώμην τινὰ παραγενόμενος Λύδδαν πόλεως τὸ μέγεθος οὐκ ἀποδέουσαν καθίσας ἐπὶ βήματος κἀκ δευτέρου τῶν Σαμαρέων διακούσας διδάσκεται παρά τινος Σαμαρέως, ὅτι τῶν Ἰουδαίων τις πρῶτος ὄνομα Δόητος καί τινες σὺν αὐτῷ νεωτερισταὶ τέσσαρες τὸν ἀριθμὸν πείσειαν τὸν ὄχλον ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει. κἀκείνους μὲν ὁ Κουαδρᾶτος ἀνελεῖν προσέταξεν, τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀνέπεμψεν περὶ τῶν πεπραγμένων λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι. κελεύει δὲ καὶ τοῖς τῶν Σαμαρέων πρώτοις καὶ τοῖς Ἰουδαίοις Κουμανῷ τε τῷ ἐπιτρόπῳ καὶ Κέλερι, χιλίαρχος δʼ ἦν οὗτος, ἐπʼ Ἰταλίας ἀπιέναι πρὸς τὸν αὐτοκράτορα κριθησομένους ἐπʼ αὐτοῦ περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων.","prev":{"citation":"Jewish Antiquities 123-6","label":"Τάδε ἔνεστιν ἐν τῇ κ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/123-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/123-6"},"next":{"citation":"Jewish Antiquities 133-4-141","label":"133 to 141","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/133-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/133-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}